Ancient Greek · ~17 min
Chapter 31
Hippocrates, Coa praesagia 31.1
Not analysed yet
XXXI. 503. Ἐν γυναικείοισι τὰ πρὸ τῶν τόκων ἰόντα ὑδατώδεα, κακόν. 504. Στόματα ἀφθώδεα, τῇσιν ἐπιφόροισιν οὐ χρηστόν· ἆρα καὶ κοιλίαι καθυγραίνονται; 505. Ἐκ κενεώνων μεθιστάμενα ἀλγήματα ἐς τὸ λεπτὸν ἐν μακροῖσιν, ἐκ διαφθορῆς καὶ μὴ λίην καθαρθείσης, ὀλέθριον. 506. Τὰ ἐκ τόκου καὶ διαφθορῆς πολλὰ ὀξέως ὁρμήσαντα, ἐπιστάντα, δύσκολα· ῥῖγος ταύτῃσι πολέμιον, καὶ κοιλίης ταραχὴ, ἄλλως τε καὶ ὑποχονδρίου ὀδυνώδεες. 507. Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα, μετὰ βάρεος γινόμενα καὶ σπασμοῦ, φλαῦρα ὡς ἐπιτοπολύ. 508. ᾟσιν ἐκ γυναικείων περὶ τὸ ἄνω καὶ τὸ λεπτὸν πόνοι σύντονοι, κοιλίας καθυγραίνουσιν, ὑπασώδεες, ταύτῃσι περὶ κρίσιν καταφοραὶ, καὶ ἀδύνατοι κενεαγγικῶς ἐφιδροῦσι καὶ περιψύχουσιν· αἱ τοιαῦται ὑποστροφαὶ τῇσι πλείστῃσι γενόμεναι μετὰ τὴν ἄφεσιν, ταχέως κτείνουσιν. 509. Τὰ μετὰ μυχθισμοῦ ἔξω ἀναφερόμενα πνεύματα, καὶ τῆξις παράλογος, τῇσιν ἐπιφόροισιν ἐκτιτρώσκει· ὀδύνη κοιλίης μετὰ τόκον, ἐπὶ ταύτῃσι πυώδεα καθαίρει. 510. Αἱ ναρκώδεες καὶ μάλιστα ἐν τῇσι κινήσεσι μετὰ ἀδυναμίης κατακεκλασμέναι, περὶ κρίσιν ἐνοχληθεῖσαι, ἀσώδεες, ἐφιδροῦσι πολλῷ· κοιλίαι καθυγρανθεῖσαι ταύτῃσι, κακόν. 511. Τὰ δὲ γυναικεῖα μὴ ἐπιστῆναι, χρήσιμον ἐπιληπτικὰ ἐκ τῶν τοιούτων, οἶμαι, ἐνίῃσι δὲ ὑποφοραὶ μακραὶ, ἐνίῃσι δὲ αἱμοῤῥοΐδες. 512. Τῇσιν ἐπιφόροισιν ὑποχονδρίου ἄλγημα, κακόν· καὶ κοιλίαι ταύτῃσι φερόμεναι, κακόν· καὶ τὸ ἐπιῤῥιγοῦν ταύτῃσι κακόν· ὀδύνη κοιλίης ἐν τοῖσι τοιούτοισιν, ἧσσον κακὸν, ἢν ἰλυώδεα καθαίρῃ· ᾗσι ῥηϊδίως τῶν τοιούτων τίκτεται, μετὰ τόκον δύσφορα σφόδρα. 513. Τῇσι κυούσῃσι φθινώδεσιν, ᾗσιν ἔρευθος ἐπὶ προσώπου γίνεται, αἱ ἀπὸ ῥινῶν ἀποστάξιες τοῦτο ἀποτρέπουσι γινόμεναι. 514. ᾟσιν ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ κώφωσις καὶ ἐς πλευρὸν ὀδύνη ὀξεῖα, ἐξίστανται ὀλέθριοι. 515. Τὰ ἐν τῇσιν ἐπιφόροισιν ἁλμυρώδεα σημαίνει μετὰ τόκον δύσκολα λευκοῖσι δακνώδεσιν· αἱ τοιαῦται καθαρσιες ἀποσκληρύνουσιν· λὺγξ ἐπὶ τούτοισι φλαῦρον, καὶ πτύξις ὑστερῶν, καὶ συντείνει. 516. Ἐς πόδας καὶ ἐς ὀσφὺν συντάσιες ἐκ γυναικείων, ἐκπυητικὸν, καὶ τὰ ἀπὸ κοιλίης γλίσχρα, δυσώδεα ἐπιπόνως ἰόντα· πνιγμοὶ ἐπὶ τοῖσι προγεγραμμένοισιν, ἐκπυητικόν. 517. Τὰ ὑστερικὰ ἐν κοιλίῃσι σκληρύσματα ἐπώδυνα, ὀξέως ὀλέθριον. 518. Τῇσιν ἐπιφόροισιν ἤδη ἀφθώδεα ῥεύματα ἐπώδυνα, πονηρόν· αἱμοῤῥοῒς ταύτῃσι, κάκιστον. 519. Ἧσι, κοιλίης ἐπαρθείσης, ἐς αἰδοῖον ἔρευθος ἦλθε, γυναικείων λευκῶν ὑγρῶν κατελθόντων ἐξαπίνης, ἐν μακροῖσι πυρετοῖσι τελευτῶσιν. 520. Σπασμῷ, γυναικείων ἐν ἀρχῇσι φανέντων, πυρετοῦ μὴ ἐπιγενομένου, λύσις. 521. Οὖρα λεπτὰ ὑπονέφελα ἐν μέσῳ αἰωρεύμενα, ῥῖγος σημαίνει. 522. Ἢν ἀπὸ τῆς τετράδος αἵματος ῥύσις γένηται, χρόνια σημαίνει, καὶ κοιλίη καταῤῥήγνυται, καὶ σκελέων οἰδήματα. 523. Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα μετὰ βάρους γενόμενα, φλαῦρα· ἴσως δὲ ταύτῃσι καὶ ἅμα σπασμῶδές τι παθεῖν ὀφείλει. 524. Αἱ προαλγήσασαι τρόπον χολερώδεα πρὸ τῶν τόκων, τίκτουσι μὲν ῥηϊδίως, πυρέξασαι δὲ, κακοήθεες, ἄλλως τε κἤν τι κατὰ φάρυγγα ὀχλῇ, ἤ τι τῶν ἐν πυρετῷ κακοήθων ἐπιφανῇ σημείων. 525. Τὰ πρὸ τῶν τόκων ῥηγνύμενα ὑδατώδεα, φλαῦρα. 526. Τῇσιν ἐπιφόροισι κατὰ φάρυγγα ἁλμυρώδεες ῥύσιες, πονηρόν. 527. Τὸ πρὸ τῶν τόκων ἐπιῤῥιγοῦν, καὶ τὰ ἀνωδύνως τικτόμενα, κινδυνώδεα. 528. Τῇσιν ἐπιφόροισι τὰ ἀφθώδεα ῥεύματα, πονηρόν· σπασθεῖσαι, ἐκλυθεῖσαι, μετακαταψυχθεῖσαι, ἐκθερμαίνονται ὀξέως· καὶ μέντοι καὶ δύσκολα ἀποβαινει τῇσιν ἐπιφόροισι τὰ περὶ τὸ λεπτὸν οἰδήματα, οἷα τὰ περὶ τὰς ὀσχίας γίνεται, ἀπολαμβανόμενα ὀρθοπνοίῃσιν· ἆρα τὰ τοιαῦτα οἰδήματα διδυμοτοκεῖ; ἆρα καὶ σπασμῶδες τὰ τοιαῦτα οἰδήματα ποιέει; 529. Τὰ μυχθῶδες ἐξαναφέροντα πνεῦμα ἐν πυρετοῖσιν, ἐκτιτρώσκονται. 530. Φρικώδεσι, κοπιώδεσι, καρηβαρικῇσι, γυναικεῖα καταῤῥήγνυται. 531. Αἱ πρὸς χεῖρα νωθραὶ, κατάξηροι, ἄδιψοι, γυναικεῖα πολλὰ χαλῶσαι, ἐκπυητικαί. 532. Τὰ ἐξαίφνης λευκὰ κατατρέχοντα ἐπὶ τρωσμῷ, ἤν τι ῥιγῇ, καὶ ἐς μηρὸν ὁρμᾷ τρόμος, δύσκολον. 533. Τὰ ἀφθώδεα στόματα τῇσιν ἐπιφόροισι κοιλίας καθυγραίνει. 534. Αἱ δὲ τῶν κυουσέων προνοσέουσαι πρὸ τῶν τόκων ἐπιῤῥιγοῦσιν. 535. Αἱ ναρκώδεες ἐκλύσιες, δύσκολοι μὲν ἐκ τῶν τόκων ἀποβαινουσι καὶ παρακρουστικαὶ, οὐ μέντοι ὀλέθριοι· ἀτὰρ καὶ πλῆθος γυναικείων προσημαίνουσιν. 536. Αἱ ἐν τόκῳ καρδίην προαλγήσασαι, ὀλίγῳ ὕστερον ἀποβάλλουσιν. 537. Τὰ φρικώδεα, κοπιώδεα, καρηβαρικὰ, τραχήλου ὀδυνώδεα, γυναικεῖα καταῤῥήγνυσιν· περὶ κρίσιν τὸ τοιοῦτον γινόμενον μετὰ βηχίου ἐπιῤῥιγεῖ. 538. Ἧσι κόρῃσιν ὀρθοπνοϊκὰ συμβαινει, ἐν τῇσιν ἐπιφορῇσι τιτθοὺς ἐκπυοῦνται· γυναικεῖα ἐπιφαίνεσθαι ἐν ἀρχῇ, κακόν. 539. Τὰ μανικὰ πυρετοὺς ὀξεῖς ταραχώδεας ἀχόλῳ καρδιαλγικῷ λύουσιν. 540. Τῇσιν ἀτόκοισιν αἵματος ἔμετος πρὸς τὸ συλλαβεῖν ὠφελεῖ. 541. Τὰ ἀχλυώδεα, γυναικείων συχνῶν ἐπιφανέντων, λύεται. 542. Ὅσῃσι γυναιξὶν ἐκ πυρετῶν ἄλγημα τιτθῶν γίνεται, πτύσις αἱμάλωπος οὐ τρυγώδης γενομένη λύει τοὺς πόνους. 543. Οἱ ἐν ὑστερικῇσιν ἀπύροισι σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι. 544. ᾟσιν ἐκ ῥίγεος πυρετὸς κοπιώδης, γυναικεῖα κατατρέχει· τράχηλος ἐν τούτοισιν ὀδυνώδης, αἱμοῤῥαγικόν.