Ancient Greek · ~7 min
Chapter 32
Hippocrates, Coa praesagia 32
Not analysed yet
XXXII. 545. Ἔμετος δὲ ἀλυπότατος, φλέγματος καὶ χολῆς συμμεμιγμένος, μὴ πολὺς δὲ καρτὰ ἐμείσθω· τὰ δὲ ἀκρητέστερα τῶν ἐμουμένων, κακίω· πρασοειδὴς δὲ ἔμετος, καὶ μέλας, καὶ πελιὸς, πονηρόν· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸς ἐμέοι, ὀλέθριον· τάχιστον δὲ θάνατον σημαίνει ὁ πελιὸς καὶ κακώδης· ἐστὶ δὲ θανάσιμος ὁ ἐρυθρὸς ἔμετος, καὶ μάλιστα εἰ μετὰ ἀνάγκης ἐμέοιτο ἐπωδύνου. 546. Οἱ ἀσώδεες ἀνημέτως παροξυνόμενοι, κακὸν, καὶ οἱ σπαρασσόμενοι ἀνημέτως. 547. Τὰ μικρὰ ἐμέσματα, χολώδεα, κακὸν, ἄλλως τε κἢν ἀγρυπνέωσιν. 548. Ἐπὶ μελάνων ἐμέτων κώφωσις οὐ βλάπτει. 549. Οἱ κατὰ μικρὰ ταχεῖς, χολώδεες, ἄκρητοι ἔμετοι, κακὸν ἐν ὑποφορῇ πλείονι καὶ ὀσφύος ἀλγήματι συντόνῳ. 550. Τὰ ἐξ ἐμέτων ἀσώδεα, κλαγγώδεα, ὄμματα ἐπίχνουν ἴσχοντα, μανικά· ὀξέως μανέντες θνήσκουσιν ἄφωνοι. 551. Ἐν ἐμέτῳ διψώδεα ἐόντα, ἄδιψον γενέσθαι, κακόν. 552. Ἐν ἀσώδεσιν ἀγρύπνοις, τὰ παρ᾿ οὖς μάλιστα. 553. Τοῖς ἀσώδεσι, κοιλίης ταραχώδης ἐπίστασις διὰ ταχέων ἐξανθεῖ οἷα κωνώπων κεντήματα, καὶ ἐς ὄμματα δακρυώδης ἀπόστασις ἔρχεται. 554. Ἐπὶ ἀκρήτοις ἐμέτοις λυγμὸς, κακόν· κακὸν δὲ καὶ σπασμός· ὁμοίως δὲ καὶ ἐν τῇσιν ὑπερκαθάρσεσι τῇσιν ἐκ τῶν φαρμακειῶν. 555. Οἱ μέλλοντες ἐμεῖν πτυαλίζουσιν ἔμπροσθεν. 556. Ἐπὶ ἐλλεβόρῳ σπασμὸς, ὀλέθριον. 557. Ἐπὶ πάσῃ καθάρσει πλεοναζούσῃ ψύξις μεθ᾿ ἱδρῶτος, ὀλέθριον· καὶ οἱ ἐπανεμέοντες διψώδεες ἐν τούτοισι, κακόν· οἱ δὲ ἀσώδεες ὀσφυαλγέες κοιλίην καθυγραίνονται. 558. Αἱ ἐξερύθρων, μελάνων ὑπὸ ἐλλεβόρου, καθάρσιες, πονηραί· καὶ ἔκλυσις δὲ μετὰ τοιούτων, κακόν. 559. Ἀπὸ ἐλλεβόρου ἐμέσαι ἐρυθρὰ, ἀφρώδεα, ὀλίγα, ὠφελέει· ποιέει μέντοι σκληρύσματα, καὶ ἐμπυήσιας μεγάλας ἀφίστησιν· εἰσὶ δὲ οἱ τοιαῦτα ἐμέοντες ἄλλως τε καὶ στῆθος ἐπώδυνοι, καὶ ἐν τοῖς ῥίγεσιν ἐφιδροῦντες, καὶ ὄρχιας ἐπαίρονται· τούτου προσγενομένου, ἐπιῤῥιγοῦσι καὶ ἰσχναίνονται. 560. Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ ἐμετώδεες περὶ κρίσιν μέλανα ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες.