Ancient Greek
Chapter 16
Hippocrates, De affectionibus interioribus 16
Not analysed yet
16. Τρίτη νοῦσος νεφρῶν· τὸ μὲν οὖρον προέρχεται οἷον ἀπὸ κρεῶν βοείων ὀπτῶν χυλός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς μελαίνης, ὁκόταν χολὴ ἐς τὰ φλέβια συῤῥῇ τὰ τείνοντα ἐς τὸν νεφρὸν, καὶ ὁκόταν στῇ, ἑλκοῖ τὰ φλέβια καὶ τὸν νεφρόν· ὑπὸ οὖν τῆς ἑλκώσιος τοιοῦτον ὑποχωρέει ἅμα τῷ οὔρῳ. Αἱ δὲ ὀδύναι ἔχουσιν ἐν τῇ ὀσφύϊ καὶ ἐν τῇ κύστει καὶ ἐν τῷ περινέῳ καὶ ἐν αὐτῷ τῷ νεφρῷ, ἐπ’ ὀλίγον χρόνον· ἔπειτα ἀνῆκεν ὁ πόνος καὶ αὖθις ἐπέλαβεν ὀξὺς δι’ ὀλίγου· καὶ ἐς τὸ λεπτὸν τῆς γαστρὸς ἔστιν ὅτε ὀδύνη ἐμπίπτει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὑποκαθῆραι τὴν κοιλίην ἐπιθύμῳ ἢ τῆς σκαμμωνίης ῥίζῃ· πίνειν διδόναι τὰ αὐτὰ ἃ καὶ τῷ στραγγουριῶντι, καὶ ὁκόταν ἡ ὀδύνη ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ, χλιάσματα προστιθέντα πρὸς τὸ πονέον μάλιστα, καὶ ῥοφήματι χρεέσθω ἀλεύρῳ ἑφθῷ, μέλι παραχέας, καὶ τῇ ἄλλῃ διαίτῃ χρεέσθω ὡς διαχωρητικωτάτῃ, καὶ οἶνον πινέτω λευκὸν Μένδαιον μελίχρουν, ἢ ἄλλον λευκὸν τὸν ἥδιστον καλῶς κεκρημένον. Αὕτη ἡ νοῦσος οὐ μάλα ἐκλείπει· καὶ τὴν ὥρην ὀῤῥοποτεέτω καὶ γαλακτοποτεέτω, ἐς κάθαρσιν μὲν τῷ ὀῤῥῷ, τὴν δὲ γαλακτοποσίην ποιεέσθω ἐν ὥρῃ, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτ’ ἢν οὕτω ποιέῃς, ἐπὶ τὸ κρέσσον διαθήσεις τὴν νοῦσον.