Ancient Greek · ~11 min
Chapter 17
Hippocrates, De affectionibus interioribus 17
Not analysed yet
17. Τετάρτη νοῦσος νεφρῶν· τὸ μὲν νούσημα γίνεται ἀπὸ χολῆς καὶ φλέγματος, ἐν καιρῷ δὲ τοῦ θέρεος μάλιστα· γίνεται δὲ καὶ ἀπὸ λαγνείης ἡ νοῦσος. Οὗτος τάδε πάσχει· ὀδύναι πιέζουσιν αὐτὸν ἐς τὴν λαπᾴρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ πάσχει ὑκοῖα γυνὴ ᾠδίνουσα, καὶ οὐκ ἀνέχεται ἐπὶ τοῦ ὑγιέος κατακείμενος, ἀλλ’ ἄγαν πονέει, καὶ τοῦ κενεῶνος δοκέει κατακρέμασθαι ὡς ἀποῤῥησσόμενα· ἐπὶ δὲ τὰ πρηνέα ἢν κατακέηται, οὐκ ἀλγέει· οἱ δὲ πόδες καὶ αἱ κνῆμαι αὐτοῦ ἀεὶ ψυχρά· τὸ δὲ οὖρον μολις προέρχεται ὑπὸ τῆς θερμασίης καὶ παχύτητος τοῦ οὔρου· κἢν μὲν ἐάσῃς αὐτὸ ὀλίγον χρόνον, καταθεὶς ἕως ἂν καταστῇ, ὄψει τὸ ὑφεστηκὸς παχὺ, οἷόν περ ἄλευρον· κἢν μὲν χολὴ ἑπικρατέη, ὑπόπυῤῥον αὐτὸ ὄψει· ἢν δὲ ἀπὸ φλέγματος ᾖ τὸ νούσημα, λευκὸν καὶ παχὺ ἔσται. Καὶ τὸ μὲν πρῶτον ἐς ἐνιαυτὸν ἢ ὀλίγῳ πλέονα ἢ ὀλίγῳ ἐλάσσονα χρόνον τοιαῦτα πάσχων διατελέει· ἢν δὲ ἐπιμηκύνηται ἡ νοῦσος, πονέει τε μᾶλλον καὶ ἐμπυοῦται, καὶ ὁκόταν ἔμπυος γενόμενος ἀποιδέῃ, ὅκου ἂν μάλιστα ἀποιδέῃ τάμνειν ἐς τὸν νεφρὸν, καὶ ἀφιέναι τὰ πῦα· καὶ ἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσι πᾶσι θεραπεύειν, οἷσι κατὰ τὸ πρόσθεν· καὶ κατ’ ἀρχὰς τῆς νούσου δεῖ τε καθῆραι καὶ πρὸ τῆς ὑποκαθάρσιος πυριῆσαι· καὶ τοῖσι λουτροῖσι. μὴ πυκινὰ λουέσθω, ἀλειφέσθω δὲ μᾶλλον, μηδὲ ῥιγούτω, καὶ τοῦ ἡλίου ἀπεχέσθω, καὶ μὴ λαγνευέτω. Ταῦτα ἢν ποιέῃ καὶ μὴ τάχιστα ὑγιαίνῃ, οὐ καινόν· ἡ νοῦσος γὰρ ὡς χαλεπή. Ἢν δὲ βούλῃ ἄνευ φαρμάκων ἰῆσθαι, χρὴ παχὺν ποιῆσαι ἀπὸ δισίτης ἤν τε ταύτην τὴν νοῦσον κάμνοντα, ἤν τε τῶν προτέρων τινὰ, τὰ σιτία διελὼν, ἃ μεμαθήκει ἐσθίειν, ἤγουν δέκα μερίδας· ἔπειτα μίην ἀφελὼν μερίδα, τὰ λοιπὰ καταφαγέτω, ὄψον δὲ ἐχέτω κρέας ὑὸς τετριμμένον, καὶ περιπατεέτω δέκα σταδίους ταύτης τῆς ἡμέρης· τῇ δὲ ὑστεραίῃ καὶ τῇ τρίτῃ μέχρι τῶν δέκα ἡμερέων ὑποβαίνων μερίδα, ἐλάσσω ἐσθιέτω, καὶ περιπατεέτω δέκα σταδίους αἰεὶ πλείω ἑκάστης ἡμέρης· ὁκόταν δὲ ἐς τὴν ἐσχάτην μερίδα ἀφίκηται τοῦ σιτίου καὶ ἐς τοὺς ἑκατὸν σταδίους, ἐσθιέτω τὴν μίην μερίδα μούνην, καὶ ταύτης τῆς ἡμέρης περιπατησάτω τοὺς ἑκατὸν σταδίους, πρὸ τοῦ δείπνου τεσσαράκοντα, μετὰ δὲ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα· οἶνον δὲ πινέτω Μένδαιον, λευκὸν, αὐστηρόν. Ταῦτα δὲ ποιεέτω τρεῖς ἡμέρας· ἔπειτα τὸν λοιπὸν χρόνον ὑποβαίνων τῶν περιπάτων, τῶν σιτίων πλείω ἐσθιέτω, τὸν αὐτὸν τρόπον ὥσπερ ἀφῄρει, οὕτω δὴ προστιθείς· τῶν δὲ περιπάτων ἀφαιρείτω μέχρι τῶν δέκα ἠμερέων· ἔπειτα ἡσυχίην ἐχέτω ὡς μάλιστα, καὶ εὐωχεέσθω σιτία τε καθαρὰ καὶ ὄψα ὡς πιότατα, καὶ τὰ γλυκέα πάντα ξύμφορα αὐτῷ· λαχάνων δὲ καὶ ὀξέων πάντων ἀπεχέσθω καὶ τῶν δριμέων, καὶ ὁκόσα φῦσαν παρέχει· λουέσθω τε πολλῷ καὶ θερμῷ, καὶ μὴ ῥιγούτω. Ταῦτ’ ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται.