Ancient Greek
Chapter 11
Hippocrates, De medico 11
Not analysed yet
11. Τὰ δὲ ἕλκεα δοκεῖ πορείας ἔχειν τέσσαρας, μίαν μὲν ἐς βάθος· ταῦτα δ’ ἔστι τὰ συριγγώδη καὶ ὅσα ὕπουλά ἐστι, καὶ ἔνδοθεν κεκοιλασμένα· ἡ δ’ ἑτέρη εἰς ὕψος, τὰ ὑπερσαρκεῦντα· τρίτη δέ ἐστιν εἰς πλάτος· ταῦτα δέ ἐστι τὰ καλεόμενα ἑρπηστικά· τετάρτη ὁδός ἐστιν [ἐς ξύμφυσιν]· αὕτη δὲ μόνη κατὰ φύσιν εἶναι δοκέει κίνησις. Αὗται μὲν οὖν ξυμφοραὶ τοιαῦται σαρκός εἰσι· πᾶσαι δὲ κοιναὶ τοῦ ξυμφύοντος· καὶ τὰ μὲν τούτων ἐν ἑτέροις σημεῖα δεδήλωται, καὶ ᾗ χρηστέον ἐστὶν ἐπιμελείᾳ· δι’ ὧν δὲ τὸ ξυμφυόμενον διελεύσεται, καὶ τὸ πληρεύμενον, ἢ κοῖλον γενόμενον, ἢ τὴν εἰς πλάτος πορείαν ποιούμενον, προσηκόντως περὶ τουτέων ἐν ἄλλοις εἴρηται.