Ancient Greek
Chapter 12
Hippocrates, De medico 12
Not analysed yet
12. Περὶ δὲ καταπλασμάτων ὧδε· τῶν ἐπιτιθεμένων ὀθονίων ὅκου ἂν ἡ χρῆσις κατὰ τοῦ νοσεύματος ἀκριβὴς εἶναι δοκέῃ, [καὶ] τῷ ἕλκει ἁρμόζου τὸ ἐπιτιθέμενον ὀθόνιον, τῷ δὲ καταπλάσματι πρὸς τὸν κύκλῳ τόπον τοῦ ἕλκεος χρῶ· χρῆσις γὰρ αὕτη καταπλάσματός ἐστιν ἔντεχνός τε καὶ πλεῖστα ὠφελεῖν δυναμένη· ἐδόκει γὰρ τῷ μὲν ἕλκει βοηθεῖν ἡ τῶν περιτιθεμένων δύναμις, τὸ δ’ ὀθόνιον φυλάσσειν· τὰ δ’ ἔξω μὲν τοῦ ἕλκεος τὸ κατάπλασμα ὠφελέει. Τὴν μὲν οὖν χρῆσιν αὐτέων εἶναι δεῖ τοιαύτην.