Ancient Greek · ~5 min
Book 2
Hippocrates, De morbis i-iii 2.64
Not analysed yet
64. Πυρετὸς λυγγώδης· πυρετὸς ἴσχει σπερχνὸς, καὶ ῥῖγος, καὶ βὴξ, καὶ λὺγξ, καὶ βήσσει ἅμα τῷ σιάλῳ θρόμβους αἵματος, καὶ ἑβδομαῖος ἀποθνήσκει· ἢν δὲ δέκα ἡμέρας ὑπερφύγῃ, ῥᾴων γίνεται· εἰκοστῇ δὲ ἡμέρῃ ἐμπυΐσκεται, καὶ βήσσει τὰς πρώτας ἡμέρας πῦον ὀλίγον, ἔπειτα ἐπιπλέον· καθαίρεται δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι. Τοῦτον τὰς μὲν πρώτας ἡμέρας πιπίσκειν τὸ ὄξος καὶ τὸ μέλι ἑφθὸν, καὶ μεταμίσγειν ὄξος καὶ ὕδωρ ὑδαρὲς ποιέων· ῥοφάνειν δὲ χυλὸν πτισάνης μέλι ὀλίγον παραμίσγων, καὶ οἶνον ἐπιπίνειν λευκὸν οἰνώδεα· ἐπὴν δὲ δέκα ἡμέραι παρέλθωσιν, ἢν τὸ πῦρ παύσηται καὶ τὸ πτύαλον καθαρὸν ᾖ, τὴν πτισάνην ὅλην ῥοφανέτω ἢ τὸν κέγχρον· ἢν δὲ εἰκοσταῖος τὸ πῦον πτύσῃ, πινέτω, κόψας καὶ σήσας τὸν ἐλελίσφακον καὶ πήγανον καὶ θύμβρην καὶ ὀρίγανον καὶ ὑπερικὸν, ἴσον ἑκάστου ξυμμίσγων, ὅσον σκαφίδα σμικρὴν ξυμπάντων, καὶ ἀλφίτων τὸ αὐτὸ ἐπὶ οἴνῳ γλυκεῖ κεκρημένῳ, νήστει πίνειν· καὶ ῥοφανέτω ἢν χειμὼν ᾖ ἢ μετότωρον ἢ ἔαρ· ἢν δὲ θέρος ᾖ, μή· ἀλλ’ ἀμυγδάλια τρίβων καὶ σικύου σπέρμα πεφωσμένον καὶ σήσαμον ἴσον ἑκάστου, σύμπαν δὲ ὅσον σκαφίδα, ἐπιχέας ὕδατος ὅσον κοτύλην αἰγιναίαν, ἄλητον ἐπιπάσσων καὶ κηρίον, τοῦτο ῥοφανέτω μετὰ τὸ πόμα· σιτίοισι δὲ χρήσθω λιπαροῖσι καὶ ἁλμυροῖσι καὶ θαλασσίοισι μᾶλλον ἢ κρέασι· λούσθω δὲ θερμῷ, τὴν κεφαλὴν ὡς ἐλάχιστα. Ταῦτα ποιέων ἀπαλλάσσεται τῆς νούσου.