Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.39
Not analysed yet
39. Ἢν δὲ ἐκ τόκου γυνὴ καθαρθῇ ὀλίγῳ πλέονα ὧν χρὴ, γίνεται γὰρ καὶ τοῦτο, ἢν αἵ τε μῆτραι εὐρύστομοι γενοίατο καὶ τῶν φλεβῶν τινες καταῤῥαγέωσιν, αἳ τείνουσιν ὑπὸ τὰς μήτρας, ὑπὸ βίης τῆς ἐξόδου τοῦ ἐμβρύου, πυρετὸς ἕξει αὐτὴν λεπτὸς, θέρμη τε ἀνὰ πᾶν τὸ σῶμα, ἔστι δ’ ὅτε φρίκη καὶ ἀσιτίη, καὶ βδελύξεται πάμπαν, καὶ λεπτὴ ἔσται καὶ ἀσθενὴς καὶ χλωρὴ καὶ οἰδαλέος, καὶ ἀσιτιεῖ· ἢν δέ τι φάγῃ ἢ πίῃ, οὐ πέσσεται· ἐνίῃσι δὲ καὶ κοιλίη καὶ κύστις καταῤῥήγνυται, καὶ φρίκη ἔχει μᾶλλον. Ἀμφὶ δὲ ταύτης ὧδε ἔχει.