Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.57
Not analysed yet
57. Ἢν αἱ μῆτραι φλέγματος ἐμπλησθέωσι, φῦσαι ἐγγίνονται ἐν τῇσιν ὑστέρῃσι, καὶ τὰ ἐπιμήνια προέρχεται ἐλάσσονα, λευκὰ, φλεγματώδεα· ἔστι δ’ ὅτε αἷμα λεπτὸν, ἀκραιφνὲς, ὑμένων ἀνάπλεον, καὶ ἔστιν ᾗσιν κυρκανᾶται, καὶ τρὶς τοῦ μηνὸς ἐπιφαίνεται, καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, οὐδ’ ὀργᾷ τοῦτο δρᾷν, καὶ λεπτὴ γίνεται· ὀδυνῆται δὲ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ εἰ δάκνοι τὸ ῥέον καὲ ἑλκοῖ τὰ ἀμφίδεα, χρόνιον φάναι τὸ ῥεῦμα. Καὶ ἢν πολὺ ἴῃ, φάκιον ξὺν ἑλλεβόρῳ δοῦναι ἐμέσαι· ἔπειτα ἐς τὰς ῥῖνας ἐγχέαι, καὶ φάρμακον πῖσωιαάτω· σιτίων δὲ εἰργέσθω δριμέων· ἢν δὲ βαρύνηται καὶ ψύχηται καὶ νάρκη ἔχῃ, γάλα διδόναι καὶ οἶνον εὐώδεα· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ εὐώδει ὑδαρεῖ· καὶ κλύσαι τὰς ὑστέρας τῷ ξὺν τῇ τρυγί· καὶ ἢν μὴ ἡλκωμέναι ἔωσι, διαλιπόντα ἡμέρας δύο ἢ τρεῖς, κλύσαι τῷ ξὺν τῷ κόκκῳ· μετὰ δὲ τοῦτο, στρυφνοῖσιν· ἢν δὲ ἡλκωμέναι ἔωσι, νίπτεσθαι τῷ ἀπὸ τῆς μυρσίνης καὶ δάφνης ἀφεψήματι, καὶ ἐγχριέσθω τῷ ξὺν τῷ ἀργυρέῳ ἄνθει. Ἡ δὲ νοῦσος χαλεπὴ, καὶ ὀλίγαι ἐκφεύγουσιν.