Ancient Greek · ~4 min
Book 1
Hippocrates, De muliebribus 1.58
Not analysed yet
58. Ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεαι ἔωσι, τὰ ἐπιμήνια γίνονται ἐλάσσονα, καὶ ἢν ἐν γαστρὶ ἴσχῃ, διαφθείρει, ἐπειδὰν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ ῥώννυται, ἀλλ’ ἀποῤῥεῖ. Γνοίης δ’ ἂν τῷδε· ὑγρὴ γίνεται, καὶ τὸ ἀποῤῥέον μυξῶδες καὶ γλίσχρον οἷα ἀπὸ κοιλίης φέρεται, καὶ οὐ δάκνει, καὶ ἐν τοῖσιν ἐπιμηνίοισιν, ἐπὴν παύσηται τοῦ αἵματος καθαιρομένη, καὶ δύο ἡμέρας καὶ τρεῖς βλένναι ἴασιν ἐκ τῶν ὑστερέων, καὶ φρίκη ἔχει, καὶ θέρμη οὐκ ὀξέη, πλὴν οὐκ ἐκλείπει. Ταύτην κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων καὶ ὑφ’ ὧν ὕδωρ καθαίρεται, καὶ δὶς καὶ τρίς· ἐπὴν δὲ καθαρθῇ, στρυφνοῖσι τὸ λοιπὸν χρήσθω· προστιθέναι δὲ τὰ μαλθακὰ, ὑφ’ ὧν καθαίρεται φλέγμα, καὶ πυριῇν τὰς ὑστέρας τῷ ξὺν τῇ δάφνῃ, καὶ κλύζειν τῷ ξὺν τῷ ὄξει, καὶ θυμιῇν, ἐπὴν παύσηται τὰ ἐπιμήνια, τοῖσιν ἀρώμασι· κἄπειτ’ ἀσιτέειν χρὴ, καὶ ἀλουτέειν, ξυνίτω δὲ τῷ ἀνδρὶ, καὶ σιτία καὶ οἶνον ὀλίγα λαμβάνειν, καὶ ἀλεαίνειν, καὶ ῥήνικας ἀμφὶ τὰ σκέλεα ἑλίσσσειν, καὶ ἐλαίῳ ἀλείφειν.