Ancient Greek · ~5 min
Book 1
Hippocrates, De muliebribus 1.59
Not analysed yet
59. Ἢν δὲ ὕδερος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, τὰ ἐπιμήνια ἐλάσσονα καὶ πονηρὰ γίνεται καὶ προαπολείπει, καὶ ἡ νειαίρη γαστὴρ οἰδέει, καὶ οἱ μαζοὶ στεῤῥοὶ, οὐ μαλθακοὶ, καὶ τὸ γάλα πονηρὸν, καὶ δοκέει, ἐν γαστρὶ ἔχειν, καὶ ἐν τούτοισι γνώσῃ ὃτι ὕδερος ἐστι· σημαίνει δὲ καὶ ἐν τῷ στόματι τῇσιν ὑστέρῃσι, ψαυούσῃ γὰρ ἰσχνὸν καὶ ὑγρὸν φαίνεται· καὶ ῥῖγος καὶ πῦρ λαμβάνει. Ὅσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τοὺς βουβῶνας. Αὕτη ἡ νοῦσος ἐκ τρωσμοῦ γίνεται, καὶ ἐξ ἄλλων δὲ προφασίων, καὶ ὅταν τὰ ἐπιμήνια κρυφθῇ. Λούειν χρὴ πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ἢν ἡ ὀδύνη ἔχῃ ἐπὴν δὲ παύσηται, φάρμακον χρὴ πῖσαι κάτω, καὶ πυριῆσαι τῷ ξὺν τῷ βολίτῳ τὰς ὑστέρας· ἔπειτα προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι, καὶ διαλείπειν δύο ἡμέρας ἢ τρεῖς· καὶ ἢν ῥώμη ἴσχῃ, νετώπῳ κλύσαι· καὶ ἢν ἡ γαστὴρ λαπαρὴ γένηται, καὶ οἱ πυρετοὶ παύωνται καὶ τὰ καταμήνια προχωρέῃ κατὰ λόγον, τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐν τοῖσι προσθέτοισι μενέτω, καὶ μεσηγὺς ἡμέρης πινέτω κρήθμον φλοιὸν, γλυκυσίδης τοὺς μέλανας κόκκους πέντε, ἀκτῆς καρπὸν ἐν οἴνῳ νῆστις· καὶ τὴν λινόζωστιν ἐσθιέτω ὡς πλείστην, καὶ σκόροδα ὠμὰ, καὶ ἑφθὰ, καὶ τοῖσι μαλθακοῖσι πρὸς ὕπνον χρήσθω, καὶ πουλύποσι, καὶ τοῖσιν ἄλλοισι μαλθακοῖσι, θαλασσίοισι μᾶλλον ἢ κρέασι· καὶ ἢν τέκῃ, ὑγιαίνει.