Ancient Greek · ~7 min
Book 1
Hippocrates, De muliebribus 1.60
Not analysed yet
60. Ἢν ὕδρωψ γένηται ἐν τῇσι μήτρῃσι, τὰ ἐπιμήνια ἐλάσσω γίνεται καὶ κακίω καὶ διὰ πλέονος χρόνου· καὶ κύει δίμηνον ἢ μικρῷ πλέον· καὶ οἰδέει ἡ κοιλίη, καὶ τὸ ἐπικτένιον, καὶ αἱ κνῆμαι, καὶ ἡ ὀσφύς· ἐπειδὰν δὲ συχνὸς χρόνος γένηται, καὶ ἐν γαστρὶ ἔχῃ, διαφθείρει καὶ ἐκβάλλει, καὶ ὕδωρ ξὺν αὐτῷ ἐκχέεται, καὶ ἡ γυνὴ θνήσκει ὡς ἐπὶ τὸ πουλύ· τὸ δὲ αἷμα φθείρεται, καὶ ὑδεροῦνται. Ταύτην γαλακτοποτέειν, καὶ τῶν μηκώνων πίνειν, ἔστ’ ἂν τὸ ἔμβρυον κινέεσθαι δύνηται· ἔτι δὲ πρὸ τούτου ὡς ἐπιτοπουλὺ διαφθείρεται καὶ ἐξαμβλίσκεται, καὶ αἵματος καὶ ὕδατος ῥέουσιν αἱ μῆτραι· ταῦτα δὲ πάσχει οὐδέν τι μᾶλλον ἐκ πόνου ἢ ἄλλως. Τούτῳ δ’ ἂν γνοίης ὅτι ὕδρωψ ἐστὶν, εἰ ἀφάσσων τῷ δακτύλῳ ὄψει τὸ στόμα αὐτέων ἰσχνὸν καὶ περίπλεον ὑγρασίης. Ἢν δὲ αὕτη τὸ ἔμβρυον μὴ κατ’ ἀρχὰς, ἀλλ’ ἤδη δίμηνον, διαφθείρηταί τε καὶ ἀποπνίγηται, ἥ τε γαστὴρ ἡ νειαίρη ἐπανοιδέει, καὶ ἁπτομένη ἀλγέει ὡς ἕλκος, καὶ πυρετὸς μέγας αὐτὴν καὶ βρυγμὸς λαμβάνει, καὶ ὀδύνη ἰσχυρὴ τοῦ αἰδοίου, καὶ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τοὺς κενεῶνας καὶ τὴν ὀσφὺν ὀξέη τε καὶ σπερχνή. Ὅταν οὕτως ἔχῃ, λούειν αὐτὴν θερμῷ, ἢν ἡ ὀδύνη ἔχῃ, καὶ χλιάσματα προσάγειν, πειρεόμενον ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ φάρμακον καθαρθήριον κάτω· διαλιπεῖν δὲ χρόνον, ὅσον αὐτῇ δοκέει ἱκανὸς εἶναι, καὶ κλύσαι, καὶ πυριῆσαι, καὶ τὴν κυκλάμινον ἐν ῥάκει μέλιτι δεύων προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων· καὶ τῆς κυπαρίσσου καταξύσας καὶ τέγξας ἐν ὕδατι, προσθεῖναι ὡσαύτως, ἐλάσσονι δὲ χρόνῳ καὶ διὰ πλέονος τοῦτο, ὅσῳ μᾶλλον δάκνει καὶ ξαίνει, καὶ μήλην ποιησάμενος κασσιτερίνην ἐγκαθιέναι, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ τὰ ποτήματα ὅ τι ἂν μάλιστα προσίηται πιπίσκειν, καὶ ξυγκοιμάσθω τῷ ἀνδρὶ ὡς μάλιστα τῶν καιρῶν παρόντων· ἢν γὰρ ξυλλάβῃ τὴν γονὴν καὶ κυήσῃ, ὑπεκκαθαίρεται καὶ τὰ πρόσθεν ὑπόντα ξὺν αὐτοῖσι, καὶ οὕτως ἂν μάλιστα ὑγιὴς γένοιτο.