Ancient Greek · ~15 min
Book 1
Hippocrates, De muliebribus 1.66.1
Not analysed yet
66. Ὅσα δὲ ἑλκώματα γίνεται ἐν τῇσιν ὑστέρῃσιν ἀπὸ τρωσμοῦ ἢ ὑπ’ ἄλλου τινὸς, ταῦτα χρὴ ἀποσκεπτόμενον εἰς τὸ οὖλον σῶμα θεραπεύειν πάντα, ὁκοίης ἂν δοκέῃ δέεσθαι θεραπείης, ἤν τέ σοι δοκέῃ ἐξ ἅπαντος τοῦ σώματος ἡ ἄνθρωπος θεραπευτέη εἶναι, ἤν τε ἀπ’ αὐτέων. Γνώσῃ δὲ εἰ ἀπ’ αὐτέων τῶν ὑστερέων ἐστὶν ὧδε· τὰ μὲν ἀπ’ αὐτέων τῶν ἑλκωμάτων τὴν κάθαρσιν παρέχει πυοειδέα τε καὶ ξυνεστηκυίην, τὰ δὲ μὴ ἀπ’ αὐτέων λεπτήν τε καὶ ἰχωροειδέα. Ὅσα μὲν οὖν ἐστι λεπτὰ τῶν ῥευμάτων, ταύτας μὲν χρὴ θεραπεύειν ἐν φαρμάκῳ, καὶ διδόναι καὶ ἄνω καὶ κάτω, πρῶτον δὲ ἄνω· καὶ ἢν μὲν μετὰ τὴν φαρμακείην τὰ ῥεύματα ἐλάσσω γίνηται καὶ εὐπετέστερα ᾖ, διαλείποντα αὖθις φαρμακεύειν τὸν αὐτὸν τρόπον· μετὰ δὲ τὴν φαρμακείην διαιτῇν διαίτῃ τοιαύτῃ, ἐν ὁποίῃ ἂν εἴη μάλιστα ξηροτάτη ἡ ἄνθρωπος· ἔσται δὲ, ἢν αὐτὴν πυριῇς δι’ ἡμέρης τρίτης ἢ τετάρτης ὅλον τὸ σῶμα, καὶ ἐμέτους ποιέῃς ἐκ τῶν πυριέων εὐθύς· μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰς πυρίας διαιτῇν ἀλουσίῃσί τε καὶ ὀλιγοποσίῃσι καὶ ἀρτοσιτίῃσιν· ποτῷ δὲ μηδενὶ, ἀλλ’ ἢ οἴνῳ ἀκρήτῳ μέλανι, λαχάνῳ δὲ μηδενί· ὅταν δὲ τὸν ἔμετον παρασκευάζῃς, τότε χρὴ λαχάνων πολλῶν καὶ δριμέων ἐμπιπλάναι καὶ σιτίων πολλῶν καὶ ὄψου ὁκοίου ἂν βούλωνται, καὶ οἴνου πολλοῦ ἐμπιπλάναι ὑδαρέος, καὶ λούειν ἐκ τῶν πυριῶν πολλῷ θερμῷ. Αὕτη μὲν ἡ θεραπείη τῶν τοιουτοτρόπων ῥευμάτων· ἄμεινον δὲ ἄμφω φαρμακεύειν, καὶ ἐμέειν καὶ ἄνω ἕλκειν· δίαιτα δὲ ξηραντικὴ κρέσσων καὶ ἀλουσίη. Τὰς δὲ ὑστέρας χρὴ θεραπεύειν ὧδε· πρῶτα μὲν πυριῇν ὕδατι ἀκτῆς ἀφεψῶντα τὰ φύλλα· ἔπειτα μετὰ τὴν πυρίην κλύζειν ἐκ τῆς ἰλύος τῷ σμήγματι· ἢν μὲν σηπεδὼν ἐν τοῖς ἕλκεσιν ᾖ καὶ τὰ ἀπιόντα δυσώδεα, ἀκρητεστέρῳ τῷ σμήγματι ἢν δὲ μηδὲν ᾖ τοιοῦτον, ὑδαρεστέρῳ μετὰ δὲ τὴν ἰλὺν, ὕδατι ἐν δὲ τῷ ὕδατι ἐναφεψεῖν μυρσίνην καὶ δάφνην καὶ ἐλελίσφακον μετὰ δὲ τοῦτο οἴνῳ κλύζειν ἀκρήτῳ λευκῷ χλιαρῷ. Ὁκόταν δὲ δάκνηται ἤδη ὑπὸ τῶν κλυσμάτων, τότε ἤδη καθαρά ἐστι τὰ ἕλκεα· κλύζειν οὐν χρὴ ὑδαρεστέρῃ τῇ ἰλύϊ καὶ οἴνῳ μέλανι μετὰ δὲ τὸν οἶνον πιμελὴν ὑὸς τήξαντα νεηρὴν, ἐλαιον παραμίξαντα, ἢν μὲν ᾖ, χηνὸς, ἢν δὲ μὴ, ἄλλου του, μάλιστα ὄρνιθος, εἰ δὲ μὴ, τὸ ἐκ τῶν ἐλαιῶν παλαιὸν, τούτῳ χλιαρῷ κλύζειν, μετὰ δὲ τῷ οἴνῳ ἐςιἕτερον κλυστῆρα ἐγχέαντα· ἐς δὲ τὸ στόμα, κἢν ᾖ εἱλκωμένον, κἢν μὴ, μοτοὺς ποιεῦντα τῶν μαλθακτηρίων προστιθέναι, καὶ ἢν καῦμα παρέχωσι προσκείμενοι, ἀφελομένην τὴν γυναῖκα κελεύειν νίψασθαι ὕδατι χλιαρῷ τοιούτῳ οἵῳ περ ἐκλύζετο. Ἢν δὲ πρὸς τὴν δίαιταν τήνδε τὰ ῥεύματα μὴ ἀπαλλάσσηται, ἐλάσσω δὲ γίνηται καὶ δάκνηται σφοδρῶς, καὶ τὰ ἀποῤῥέοντα χολή τε εἴη καὶ ἅλμη, καὶ μὴ μόνον τὰ ἔνδον, ἀλλὰ καὶ τὰ ἔξω ἑλκοῖ, μεταβάλλειν χρὴ τὴν δίαιταν, καὶ ἐξυγραίνεινι πᾶσαν, ὅκως τὰ ῥεύματα ὡς ὑδαρέστατα ἔσται καὶ ἥκιστα δηκτικὰ λουτροῖσι θερμοῖσι πουλλοῖσι, μάζῃ, λαχάνοισιν ἑφθοῖσιοπᾶσι λιπαροῖσιν, ἰχθύσι τοῖσι σελάχεσι, σὺν κρομύοισι. καὶ κορίοισιν ἕψοντα ἐν ἅλμῃ γλυκείῃ, ἑψεῖν δὲ λιπαρῶς, κρέασιν ἑφθοῖσι πᾶσι, πλὴν βοὸς καὶ αἰγὸς, διέφθοισιν ἐν ἀνήθοισι καὶ μαράθροισιν, οἴνῳ· μελιχρόῳ, κιῤῥῷ, ὑδαρεῖ, πλέονι, γαλακτοποσίῃ μετ’ οἴνου γλυκέος· τὰ δ’ ἄλλα περὶ τῶν κλυσμάτων ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Αὕτη μὲν νῦν τῶν τοιούτων ἡ θεραπείη. Ὅσα δὲ πυοειδέα τε καὶ ξυνεστεῶτα ἄπεισι, τούτων τὸ μὲν οὖλον σῶμα οὐδὲν δεῖ κινέειν, κλύζειν δὲ καὶ ἀπὸ τούτων τὴν θεραπείην πᾶσαν ποιέεσθαι, κλύζειν δὲ τοῖσιν αὐτέοισι κλύσμασιν οἷσι πρόσθεν εἴρηται τὸν αὐτὸν τρόπον. Γεγράψεται δὲ καὶ ἄλλα κλύσματα. Ἑλκέων ἴησις· ἐλάφου στέαρ χλωρὸν προσθετόν· κλύζειν δὲ χρὴ αὐτίκα οἴνῳ σιραίῳ, κράτιστον δὲ ψιμυθίῳ, ἢν ἕλκεα ᾖ, καὶ ἐλαίῳ ναρκισσίνῳ· σιτίοισι δὲ μαλθακωτάτοισι χρῆσθαι καὶ μὴ δριμέσιν. Ἢν δὲ ῥερυπωμένα ᾖ καὶ νέμηται, καὶ τὸν πελαστάτω χῶρον διακναίῃ, καθαίρειν, καὶ νέην σάρκα φύειν, καὶ ἐς ὠτειλὰς ἄγειν τὴν σάρκα, ῥηϊδίως γὰρ ἀναχαλᾶται καὶ κακοήθεα οὐ γίνεται, καὶ λούειν συχνῶς.