Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.79
Not analysed yet
79. Χολῆς καθαρτικὰ ἐκ μήτρης· σικύης τὴν ἐντεριώνην λείην τρίψας, καὶ μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει· φάρμακον δὲ χρὴ διδόναι καὶ ἄνω καὶ κάτω καθαίρειν, καὶ λούειν τῷ θερμῷ, προστιθέναι δὲ ἄννησον ἢ μελάνθιον. Ἢ κολοκυνθίδος ἀγρίης τὸ ἔνδον λεῖον ποιέειν, καὶ μέλιτι φυρῇν, καὶ προστιθέναι. Ἢ προστιθέναι ἐλατηρίου ὅσον πόσιας τέσσαρας, ξυμμίξας στέαρ χήνειον ἢ αἴγειον, βάλανον εὐμηκεστέρην ποιέειν, καὶ προστιθέναι. Ἢ νίτρον· καὶ κύμινον καὶ σκόροδον καὶ σῦκον, λεῖα πάντα ποιήσας καὶ μέλιτι δεύσας, προστίθεσθαι· θερμῷ δὲ λουέσθω, καὶ ἀπὸ λουτροῦ πινέτω. Ἢ θλάσπιν λείην ποιέων καὶ μέλιτι φυρῶν, προστιθέναι. Ἢ σύκου παλαιοῦ τὸ πῖον ξύσας, ξυμμίσγειν πόσιας ἐλατηρίου δύο, καὶ νίτρον ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἢ πευκεδάνου ὁκόσον τρεῖς κυάθους δίδου πιεῖν. Ἢ ἄννησον καὶ μελάνθιον διεὶς οἴνῳ, δίδου πιεῖν. Ἐλατηρίου πόσιας τέσσαρας μίξαι στέατι μηλείῳ, ἀφελομένη δὲ διανιζέσθω ὕδατι εὐώδει, ἠρέμα στύφοντι. Ἢ ἐλατηρίου πόσιας τρεῖς, ξὺν μηλείῳ στέατι, βάλανον περίπτερον ποιέειν· ἢν δὲ· ἀφέληται, διανιζέσθω ὕδατι εὖ ἱκανῷ. Ἢ θλάσπιος ὅσον πόσιν ξὺν μέλιτι δίδου.