Ancient Greek · ~6 min
Book 1
Hippocrates, De muliebribus 1.80
Not analysed yet
80. Κλυσμὸς, ἢν χολώδης ᾖ· ἐλατηρίου ὅσον δύο πόσιας ὕδατι διεὶς, ἐπιχέαι ἔλαιον ναρκίσσινον, καὶ κλύζειν χλιερῷ. Ἢ κολοκυνθίδας ἀγρίας δύο ἀποβρέξας ἐν οἰνογάλακτι ἑφθῷ ὅσον τέσσαρας κοτύλας, μίαν ἀπηθέειν, καὶ ξυμμίσγειν ἔλαιον ναρκίσσινον, καὶ κλύζειν. Ἄλλος κλυσμὸς, χολώδης καὶ φλεγματώδης· σικύης ἐντεριώνης ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι μίξας καὶ ἔλαιον ἄνθινον, κλύζειν. Φλέγμα καὶ χολὴν καθαῖρον· κόκκους κνιδίους ἑξήκοντα, μέλι τε καὶ ἔλαιον ἄνθινον μίξας, κλύζειν ἐν ὕδατι. Ἢ κνῆστρον ἑψήσας ἐν ὕδατι ποτῷ ἐν πέντε κοτύλῃσιν, ἀποχέας δύο κοτύλας, ξυμμίξαι μέλι καὶ ἐλαιον ἄνθινον σὺν ναρκισσίνῳ, καὶ κλύσαι. Κλυσμοὶ καθαρτήριοι· ὄλυνθοι χειμερινοὶ καυθέντες, καὶ βραχέντες ἐν ὕδατι· ἀποχέαι δὲ τὸ ὕδωρ, καὶ ἔλαιον ξυμμίσγειν, καὶ κλύζειν, καὶ μετακλύζειν σιδίοισι, κικίδι, λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι χρὴ ἑψεῖν. Ἢ τρύγα καίων χρῆσθαι σὺν ὕδατι, μετακλύζειν δὲ τοῖσι τῆς μυρσίνης φύλλοισι καὶ ῥόῳ τῇ βυρσοδεψικῇ, ἑψεῖν δὲ οἴνῳ μέλανι εὐώδει· μετακλύζειν δὲ καὶ σχοίνου φύλλα καὶ ὑπερικὸν καὶ ἐλελίσφακον ἑψήσαντα σὺν οἴνῳ μέλανι εὐώδει, ἢ κράμβης ὕδατι, κἀν τῷδε ἑψεῖν λινοζωστιν, νίτρου ἐρυθροῦ ὀλίγον, καὶ κλύζειν. Ἐλατηρίου ὅσον πόσις, ξὺν ναρκισσίνῳ ἐλαίῳ, ἢ ἀνθίνῳ, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ χολώδης ᾖ, κολοκυνθίδας δύο ἀποβρέξαι ἐν γάλακτι ὀνείῳ ἑφθῷ ὅσον τέσσαρσι κοτύλῃσι, καὶ ἀπηθήσαντα κλύσαι, ξυμμῖξαι δὲ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον. Ἢ τὸ διὰ τῆς σικύης· τῆς ἐντεριώνης ὅσον παλαιστὴν ἑψεῖν ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι παραχέαι, καὶ ἔλαιον ἄνθινον· οὗτος ὁ κλυσμὸς φλεγματώδει καὶ χολώδει ξυμφέρει. Κλύσμα ἕλκον φλέγμα· κόκκον τρίβειν καὶ τοῦ μανδραγόρου ξὺν ὕδατι.