Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.81
Not analysed yet
81. Κάθαρσις παμπόλλη τε καὶ παντοίη ὑπὸ τούτου γίνεται· σκορόδου μώλυζαν, νίτρον, σύκου τὸ ἔνδον τὸ πῖον, ἴσον τρίψας λεῖα; ὁκόσον κικίδα ποιέειν τὸ μέγεθος, καὶ προστιθέναι. Ἢ κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν εἰρίῳ πρόσθες. Ἢ γῆς λευκῆς ὅσον πόσιν. Ἢ λευκὴν ῥίζαν τρίβειν λείην, καὶ μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανόν τε ποιήσας, προστίθει. Ἢ ὀπὸν σιλφίου μετὰ σύκων μαλάσσειν, καὶ βάλανον ποιέειν· ἀγαθὸν δὲ καὶ σικύης σπέρμα τρίβειν ὁμοίως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν καὶ νέτωπον καὶ κυκλάμινον, τούτων ὅσον κικίδα, τῆς δὲ κυκλαμίνου πλέονα μοῖραν, μέλιτι ξυμμίξασα, ἡ θεραπευομένη προστιθέσθω. Προσθετόν· κυκλαμίνου τὴν κεφαλὴν καθαίρειν ὕδατι, τρῖψαι, καὶ ἐς ἄχνην ἀναφορύξαντα προστιθέναι. Ἢ σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου ξὺν μέλιτι ὁμοίως. Ἢ κόκκους ἐκλέψαντα ὅσον τρεῖς ἰνδικοῦ φαρμάκου, τοῦ τῶν ὀφθαλμῶν, ὃ καλέεται πέπερι, καὶ τοῦ στρογγύλου, τρία ταῦτα λεῖα τρίβειν, καὶ ὁἴνῳ παλαιῷ χλιηρῷ διεὶς, βαλάνιον περὶ πτερὸν ὄρνιθος τιθέναι, καὶ ὧδε προσάγειν. Ἢ τιθυμάλλου ὀπὸν μέλιτι ἀναδεύσας, ἢ σκίλλης ῥίζην ὅσον ἑξαδάκτυλον ἑλίξας δύο δακτύλους ἐν εἰρίῳ, πρόσθες. Ἢ αὐτὴν τὴν σκίλλαν ἄνευ ῥίζης τρίβειν, καὶ ὡσαύτως ἑλίσσειν εἰρίῳ, εἶτα προστιθέναι.