Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.82
Not analysed yet
82. Κλυσμὸς, ἢν φλεγματώδης γυνὴ ᾖ ἐλλεβόρου δύο πόσιας ἐν οἴνῳ διιέναι γλυκεῖ, ὅσον δύο κοτύλας, καὶ κλύζειν μίσγοντα. Ἢν καθάρσιος δέηται, πράσα δεῖ ἑψεῖν, ἢ ἀκτῆς καρπὸν, ἢ ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, ταῦτα πάντα τρίβειν, καὶ τῷ χυλῷ τουτέων κλύζειν. Ἢ κράμβην ἑψήσας ἐν ὕδατι, ἐν τῷ χυλῷ ταύτης ἕψει τὴν λινόζωστιν, καὶ σμικρὸν ἀποχέας ἀπόκλυζε. Ἢ κνήστρου πόσιν ἐν μέλιτι διεὶς ἐνιέναι.