Ancient Greek · ~5 min
Book 1
Hippocrates, De muliebribus 1.89
Not analysed yet
89. Καθαρτικὸν ἄτοκον καθῆραι ἢν τὸ στόμα ὀρθῶς ἔχῃ· ἢν ἄτοκον θεραπεύῃς, βόλβιτον αὖον ἡλίου διασήσας ὅσον τέσσαρας χοίνικας ἀττικὰς, ὄξους δὲ κοτύλας δέκα καὶ ὀροβίου χοίνικα καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῆσαι ἀλέα πουλὺν χρόνον· ἔπειτα φακίον ποιῆσαι, καὶ μέλι καὶ ὄξος μῖξαι, καὶ ἐμεέτω, καὶ ῥοφεέτω ἄλητον, καὶ ἐπιπινέτω οἶνον εὐώδεα· σίτου δὲ μὴ ἁπτέσθω ταύτῃ τῇ ἡμέρῃ· τῇ δ’ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον· τῇ δὲ τρίτῃ διουρητικὸν, ἐὰν δὲ βούλῃ, λευκὴν σταφίδα καὶ ἐρεβίνθους λευκοὺς δύο χοίνικας, ἐπιχέας ὕδατος τρία ἡμίχοα, ἀφελεῖν δὲ τὸ ἥμισυ, εἶτα ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν ἐκ τούτου κατ’ ὀλίγον, καὶ τοῖσι προσθέτοισι χρέεσθαι. Ἢν βούλῃ γυναῖκα κυῆσαι, καθῆραι αὐτὴν καὶ τὰς μήτρας, ἔπειτα δίδου ἄνηθον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην μέλιτι δεύσας, ἐν ὀθονίῳ πρόσθες· καὶ ὅταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνέστω. Ἢν δὲ τὸ στόμα μεμύκη, προστιθέσθω καὶ ὀπὸν συκῆς, μέχρι ἂν ἀναστομωθῇ· καὶ ὕδατι αὐτίκα ἀπονίζεσθαι· ἵρηκος δὲ ἄφοδον τρίβειν ἐν οἴνῳ γλυκεῖ καὶ πίνειν νῆστιν, καὶ τηνικαῦτα ξυνευναζέσθω τῷ ἀνδρί. Ἢ ὁκόταν τὰ καταμήνια παύηται, χηναλώπεκος ἄφοδον ἐν ῥοδίνῳ μύρῳ τρέβειν, καὶ τὸ αἰδοῖον χρίεσθαι, καὶ ξυνευνάζεσθαι.