Ancient Greek · ~10 min
Book 1
Hippocrates, De muliebribus 1.90
Not analysed yet
90. Ἢν ἕλκεα ᾖ δριμέα καὶ ἢν φλεγμαίνῃ, χρῶ τῷδε κλυσμῷ· χηνὸς ἔλαιον καὶ ῥητίνην μίσγε, καὶ διεὶς ὕδατι χλιαρῷ κλύσαι. Ἢ μέλι, βούτυρον τῆξαι, καὶ κλύσαι. Ἢ ἐχετρώσιος ξύσαι ὅσον σκαφίδα σμικρὴν καὶ σμύρνης καὶ μέλιτος ὁμοίως, ταῦτα διεῖναι ἐν οἴνῳ μέλανι εὐώδει, καὶ κλύζειν χλιαρῷ. Ἢν ἑλκωθῇ ἢ φλυκταινῶν ἀνάπλεα ᾖ ἐν τῇ καθάρσει ἄκρα τὰ χείλεα, σάρκα βοὸς, ἢ πικέριον, ἢ χήνειον ἄλειφα, καὶ ἄννησον, ἢ κρόκον, ἢ σποδὸν κυπρίην, τρῖψαι ταῦτα πάντα, καὶ περιαλεῖψαι τὴν σάρκα, καὶ προστίθεσθαι. Ἢν ἕλκεα γένηται καὶ ὀδαξᾶται, βοὸς σάρκα, στέαρ ἐπαλείφειν, καὶ τὴν σάρκα προστιθέναι, καὶ ἐγκλύζειν. Ἢν ῥυπαρὰ ᾖ, καὶ πυριῇν συκῆς ἀπὸ ῥίζης, καὶ μετέπειτα ἄπιον ἐν γλυκεῖ πινέτω. Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπαλείφειν, καὶ μυρσίνην ἐν οἴνῳ καθεψῶν διακλυζέτω τῷ οἴνῳ, ἢ ἐλαίης φύλλα καὶ βάτου καὶ ῥοιῆς· ταὐτὰ δὲ ποιέει καὶ περσέης φύλλα καὶ οἶνος πράμνιος, τὰ φύλλα τρῖψαι λεῖα, καὶ πρὸς τὰ αἰδοῖα προστιθέναι. Ἢ ἀννήθου καρπὸν καὶ σελίνου τρίψας ἐπίχριε. Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, ὧδε ἰῆσθαι· σάρκα βοὸς ὡσεὶ δύο παλαιστῶν μῆκος, πάχος δὲ ὡσεὶ στειλεὸς, προστιθέσθω μέχρις ἑσπέρης, τὴν δὲ νύκτα αἴρειν· τῇ δ’ ὑστεραίῃ πάλιν προστίθεσθαι μέχρι μεσημβρίης, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, μέλιτι τὸν οἶνον ξυμμίσγουσα. Κλύσμα ἢν ἡλκωμέναι ἔωσιν αἱ μῆτραι καὶ ἢν στραγγουρίη ἐπιλάβῃ· πράσα, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, καὶ οἶνον ἴσον τῷ χυλῷ τούτων, μίξας ταῦτα καὶ ἀναζέσας, ψύχειν, καὶ μετρίως κλύζειν. Ἢ μέλι, βούτυρον, μυελὸν καὶ κηρὸν ἐνιέναι. Ἅσσα ἐν αἰδοίῳ ἕλκεα ἔνι καὶ φύεται, φύλλα ἐλαίης καὶ βάτου καὶ κισσοῦ καὶ ῥοιῆς γλυκείης τρίβειν λεῖα, διεὶς δὲ οἴνῳ παλαιῷ, εἰρίῳ προστίθεσθαι τῇ νυκτὶ πρὸς τὰ αἰδοῖα, καὶ καταπλάσσειν ἐν τούτοισιν· ὅταν δὲ ἡμέρη γένηται, εἰρύσαι, ἀφεψεῖν δὲ μύρτα ἐν οἴνῳ καὶ διακλύζεσθαι. Ἢ χηνὸς ἔλαιον καὶ ῥητίνην τῆξαι, καὶ κλύσαι. Ἢ βούτυρον καὶ κέδρινον ἔλαιον, μέλι παραμίσγειν σμικρὸν, καὶ κλύζειν. Ἕλκεα ἐν στόματι ἀποξηραίνει· ἀργύρου ἄνθος ἐν οἴνῳ τρῖψαι καὶ κλύσαι. Ἢ βούτυρον μετὰ μέλιτος κλύσαι. Ἢ ἐχέτρωσιν καὶ σμύρναν καὶ μέλι οἴνῳ διιέναι οἰνώδει μέλανι χλιερῷ, καὶ κλύζειν τῇ ὑστεραίῃ· σχίνου δὲ φύλλα ἑψήσας ἐν ὕδατι, τουτέῳ μετακλύζειν. Ἄλλο, ἢν ἑλκωθῇ τὸ στόμα τῶν μητρέων· βούτυρον, λιβανωτὸς, σμύρνη, ῥητίνη, μυελὸς ἐλάφειος, τουτέοισι κλύζειν. Ἢ φακῆν ἑψεῖν ἐν ὕδατι, καὶ ἀποχέαι, ἐν τουτέῳ κλύζε. Ὅταν δὲ ὕδωρ ἐκ τῶν ὑστερέων ῥέῃ καὶ ἕλκεα ᾖ καὶ δάκνηται, χηνὸς στέαρ καὶ ὠὸν διαχρίεσθαι. Ἢ ὄϊος στέαρ, ἢ συὸς, καὶ φακὸν ἐν οἴνῳ ἑψεῖν κεκρημένῳ ἴσον ὕδατι, τουτέῳ κλύζε· τὰ δὲ ἐν τῷ αἰδοίῳ ἕλκεα οἴνῳ καταιονᾷν· ἐπιπάσσειν δὲ μάνναν, βάτον, πίτυος φλοιὸν, καὶ τῷ ὕδατι τούτων νιψάσθω.