Ancient Greek · ~7 min
Book 1
Hippocrates, De muliebribus 1.91
Not analysed yet
91. Διεκβόλτον, ἢν ἀποθάνῃ τὸ ἔμβρυον· χαλβάνης ὅσον ἐλαίην ἐνελίξασα ἐς ὀθόνιον, ἐς κέδριον ἐμβάψασα, προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον· κάλαμον τὸν εὐώδεα καὶ σικύης ἐντεριώνην τρῖψαι ἐν χηνείῳ στέατι· ἐπίδησον δὲ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον· καὶ σμικρὸν ἀπ’ αὐτέου ἐνστάξασα, ἐς εἴριον προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης· ἐκ τούτου κατ’ ὀλίγον ἔρχεται. Ἄλλο· ἐρευθεδανὸν κόψας καὶ κέδρου πρίσματα, ὕδωρ τε ἐπιχέας, θὲς ἐς τὴν αἰθρίην, εἶτα πρωῒ δὸς πρὸς τὰς ἀλγηδόνας. Ἄλλο· σιλφίου ὁκόσον δραχμὴν μίαν, καὶ πράσου χυλὸν ὁκόσον ὀξύβαφον, παραμίξας κέδρινον ἔλαιον ἥμισυ κυάθου σμικροῦ, δὸς πιεῖν. Ἄλλο· ταύρου χολὴν ὅσον ὀβολὸν, ἢ ἡμιωβόλιον, τρίβων ἐν οἴνῳ δός· ἢ σταιτὶ περιπλάσσων πάλιν καταπιεῖν δίδου. Ἄλλο· καρκίνους ποταμίους πέντε καὶ λαπάθου καὶ πηγάνου ῥίζαν, καὶ αἰθάλην ἀπὸ τοῦ ἰπνοῦ τρίψασα ὁμοῦ πάντα καὶ ἑνώσασα ἐν μελικρήτῳ, ὑπαίθριον θεῖσα, πινέτω νῆστις τρίς. Ἄλλο· σικύης ἐντεριώνην τρίψας λείην ἐν κεδρίνῃ πίσσῃ ἐς εἴριον ἐνελίξας, προσδήσας πρὸς τὸ πτερὸν λίνῳ, προσθέσθω ἔσω· τοῦ δὲ πτεροῦ τὸ σκληρὸν προεχέτω σμικρὸν ἔξω ἐκ τοῦ εἰρίου· ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἄλλο· ἐλλεβόρου μέλανος λαβὼν ῥαβδίον ὅσον ἓξ δακτύλων περιείλιξον ἐν εἰρίῳ, τὸ δὲ ἄκρον ἔα ψιλὸν εἶναι, εἶτα προσθέσθω ἔσω ὅτι μάλιστα· ὅταν δὲ αἱμαχθῇ τὸ ἄκρον, ἀφελέσθω. Ἄλλο· ἐλλέβορον μέλανα καὶ κανθαρίδας καὶ κόνυζαν τρίψας ἐν ὕδατι καὶ ποιήσας βάλανον μαλθακὸν, ὅσον ἑξαδάκτυλον, ξήρανον, κἀπειδὰν σκληρὸν γένηται, εἰρίῳ περιελίξασα προσθέσθω, τὸ δὲ ἄκρον κεδρίᾳ χρισάτω, καὶ ἔστω ψιλὸν, ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἐκβολιον· ἢν ἔμβρυον τεθνεὸς ἔνδον ᾖ, ἢ ἀπόπληκτον, βατράχιον καὶ ἐλατηρίου σμικρὸν μῖξαι ἐν ὄξει εὐκρήτῳ, καὶ δοῦναι πιεῖν. Ἢ κράμβης ἁπαλὸς καυλὸς κατὰ τὸ ἄκρον νετώπῳ χριόμενος ἐμβαλέσθω.