Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.114
Not analysed yet
114. Ὁκόταν γυναικὶ αἷμα ῥέῃ ἐκ τῶν ἄρθρων ὑπὸ τόκου διεφθορυίῃ ἢ ὑπὸ νούσου· οἴονται δ’ ἔνιοι τοῦτο τῶν ἰητρῶν ῥόον εἶναι, τὸ δ’ ἐστὶν ἑτεροῖον· τοῦτο μὲν ἐκ τῶν ἄρθρων κἀκ τῆς ὀσφύος καὶ ἰσχίου κολλῶδες ὁμοῦ τῷ αἵματι· κεῖνο δὲ ἀπὸ ὑστερέων καὶ κοίλων φλεβῶν, καθαρὸν αἷμα. Ταύτην χρὴ ὑποθυμιῇν, ζειὰς κατερίξαντα ὅσον ἡμίεκτον, ὄξει φυρῆσαι ὀλίγῳ, ὅκως μὴ κατὰ πᾶν ὑγρήνῃς τὰς μήτρας, καὶ τοῦ θείου ὁκόσον ἡμιωβόλιον μίξας πρὸς τὰς ζειὰς τετριμμένας καὶ τῷ ὄξει φυρήσας, τὴν νύκτα τίθει· πρωῒ δὲ πῦρ πολλὸν κατακαύσας, ἐπιτιθέναι· καὶ φλόμου βύσματα ἀπὸ ἐλαιηρῶν κεραμίων, καὶ ἀπὸ τοῦ κνάφου τῶν κναφέων ξύμμισγε καθαρσίων, καὶ τοῦ καρποῦ τοῦ ὄφιος· ἀφαιρέειν δὲ τὸ πολλὸν τοῦ πυρὸς, καὶ καίειν, καπνίσαις γὰρ ἂν μάλιστα. Δίφρον δὲ χρὴ ὀπήεντα εἶναι καὶ ἀμφιίζεσθαι τὴν γυναῖκα περιστειλαμένην εἵμασιν, ὡς μὴ παραπνέῃ· ἐπὶ δὲ τὸ πῦρ ἐπιπάσσειν τὸ ξὺν τῷ ὄξει, καὶ τοῦ καρποῦ τοῦ ὄφιος. Καὶ σμύρνα δὲ μισγομένη ἐνεργὸν, καὶ παύει τὰ αἰδοῖα τὸ θυμιητὸν αἱμάσσεσθαι. Ἢν δὲ ἅλις ἔχῃ, ἐρυσίμου καρπὸν πεφωσμένον τρῖψαι καὶ ἐν οἴνῳ διδόναι.