Ancient Greek · ~9 min
Book 2
Hippocrates, De muliebribus 2.115
Not analysed yet
115. Ῥόος πυῤῥὸς ῥέει, οἷον ἐξ ὠοῦ εἰδεχθέος πουλύ τε καὶ δύσοδμον, καὶ φλεγμαίνουσιν αἱ ὑστέραι, καὶ ὀδύνη ἐκ τῆς ὀσφύος καὶ τῶν βουβώνων, καὶ τὰ ἐπερχόμενα πολλὰ, καὶ ἢν μὴ ἀπαλλάσσηται, ταχὺ ῥέοντα· ἀλλ’ ἢν καὶ χρόνος ἐγγένηται, τὰ ἀπιόντα σήπει ὡς οἷόν τε μάλιστα· ῥεῖ γὰρ οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμός· ἅμα δὲ τουτέοισι πυρετοὶ ἰσχυροὶ καὶ ῥίγεα· ἐκ δὲ τῶν τοιούτων ῥόων αἱ μὲν πολλαὶ ἀπόλλυνται, ὀλίγαι δὲ διαφεύγουσιν. Κἢν μὲν ἐν ἀρχῇ παραλάβῃς, θεραπεύειν ὧδε χρή· ἢν μὲν ἀπύρετοι ἔωσι καὶ ἰσχύωσιν, ἐλλεβορίζειν· ὅταν δὲ γένηται, διαλιπόντα ἡμέρας τρεῖς ἢ τέσσαρας κάτω πῖσαι φάρμακον. Μετὰ δὲ τὴν κάθαρσιν διαιτῇν ὧδε, ὅκως τὰ ῥεύματα ὑδαρέα ἔσται καὶ λιπαρά· πρωῒ μὲν νήστει διδόναι τῶν φαρμάκων τι πίνειν ἐπ’ οἶνον ἐπιπάσσων, ὧν ἂν ἐγὼ γράψω πρὸς ῥόον· μετὰ δὲ τὸ φάρμακον ἐν τῇ ἄλλῃ διαίτῃ θεραπεύειν, τὰς δὲ ὑστέρας θεραπεύειν ὧδε· ἢν μὲν φλεγμαίνωσι καὶ ξυμμεμύκωσι, πυριῇν χρὴ μαλθακῇσι τῇσι πυρίῃσι, μέχρις οὗ τὸ στόμα τῶν μητρέων μαλθακὸν γένηται· μετὰ δὲ τὰς πυρίας, κλύζειν τῶν κλυσμάτων ὁκοίοισιν ἂν δοκέῃ δεῖσθαι, ἤν τε καθαρτικωτέροισιν ἤν τε μαλθακωτέροισι· μετὰ δὲ τοὺς κλυσμοὺς μαλθακτήρια προστιθέναι· ἢν δὲ μὴ εὔλυτον τὸ στόμα γίνηται, πυριῇν καὶ μαλθάσσειν προσθέτοισιν ὧν ἂν ἐγὼ γράψω, μέχρις ἂν ἀναστομωθῇ. Ἢν δὲ μὴ πρὸς ταῦτα παύηται τὰ ῥεύματα, καθαίρειν τὴν κεφαλὴν, καὶ οὕτω διαιτῇν· ἢν μὲν δυσουρέῃ, ὄνου γάλα πίνειν· λαχάνοισιν ἑφθοῖσι καὶ ἡμέροισι καὶ ἀγρίοισι, πλὴν σκορόδων καὶ πράσων καὶ κράμβης καὶ ῥεφάνου τῆς μακρῆς· θαλασσίων βάτῳ τῷ λείῳ, σκορπίῳ, γόγγρῳ, νάρκῃ, ἐγχέλυϊ, ψήσσῃ, κωβιῷ, ἑψεῖν δὲ χρὴ ἐν κρομμύοισι καὶ κοριάννοισιν, ἐν ἅλμῃ γλυκείῃ καὶ λιπαρῇ δίεφθα· κρεῶν δὲ μάλιστα μὲν συὸς, δεύτερον δὲ ἀρνὸς, ἢ ὄϊος, ἑφθοῖσι μᾶλλον ἢ ὀπτοῖσι, καὶ ζωμοῖσιν· οἴνῳ λευκῷ μελιχρῷ ὑδαρεῖ· λουτροῖσιν ἄνευ τῆς κεφαλῆς, μὴ λίην θερμοῖσι μηδὲ πολλοῖσιν. Ἢν δὲ πρὸς ταύτην τὴν δίαιταν τῆς μὲν ἑλκώσιος καὶ τῆς φλεγμασίης ἀπαλλάσσωνται, ὑγραὶ δὲ ὦσιν αἱ μῆτραι, ἀντὶ μὲν λουτρῶν ἀλουσίῃσιν, ἀντὶ δὲ κιῤῥῶν οἴνων μέλασιν, ἀντὶ δὲ ὑδαρεστέρων ἀκρητεστέροισιν, ἀντὶ δὲ ἀλφίτων ἄρτοισι, ἀντὶ δὲ ἰχθύων κρέασιν ὀπτοῖσι καὶ σιτίοισι πᾶσι τοῖσι ξηραντικοῖσιν, οἷσιπερ ἐπὶ τῇσι διαῤῥοίῃσι χρεόμεθα· κλυσμῶν ἀπηλλάχθαι πάντων, πλὴν οἴνου καὶ ὕδατος· θυμιῆσθαι δὲ τοῖσι στυπτικοῖσιν· ἄριστον δὲ ἐν γαστρὶ ἔχειν. Ἢν δέ τις νεῆνις ᾖ, ἐμέτους νήστιας, πυκνὰ δὲ ἐπεμέειν, καὶ μετέπειτα ἀριστίζεσθαι σμικρόν. Αὕτη τῶν ῥόων τῶνδε τυγχάνει δίαιτα.