Ancient Greek · ~6 min
Book 2
Hippocrates, De muliebribus 2.116
Not analysed yet
116. Ῥόος λευκός· ῥέει λευκὸν ὡς ὄνου οὖρον, καὶ ἐν τῷ προσώπῳ οἰδήματα, καὶ τὰ ὑποφθάλμια οἰδέει ἄμφω, ὑδρωποειδέα τε καὶ οὐ πάνυ εὐειδέα τὰ τῶν ὀφθαλμῶν, καὶ τὸ λαμπρὸν ἄπεστι, καὶ γλαμυροὶ οἱ ὀφθαλμοὶ καὶ ἀμβλυώσσοντες, καὶ τὸ χρῶμα ἀφυῶδες καὶ φλυκταινοειδὲς, καὶ ἡ γαστὴρ ἐπανοιδέουσα ἡ νειαίρη, καὶ ἐν τῇσι γνάθοισι κατὰ σμικρὸν ἐρυθροειδέα τε καὶ σμικρὰ καὶ ὑδαρέα καὶ πονηρὰ, καὶ ἐν τοῖσι σκέλεσιν οἰδήματα, καὶ ἢν πιέζῃς τῷ δακτύλῳ, ἐμπλάσσεται ὥσπερ ἐν σταιτὶ, καὶ τὸ στόμα σιέλου ἐμπίπλαται· καρδιωγμοί τε, ὁκόταν νήστιες ἔωσιν, καὶ ἐμέουσιν οἷον ὕδωρ ὀξύ· καὶ ἢν πρὸς ἄναντες πορευθῇ, θᾶσσον ἆσθμα ἔχει, καὶ πνὶξ, καὶ σκελέων ἀπόφυξις, καὶ γουνάτων ἀκρασίη, καὶ ἐν τῷ στόματι ἄφθαι, καὶ ὑστέρη παρὰ λόγον ἀνεστόμωται, καὶ ἐμπέπτωκεν ἐν τῷ στόματι βαρέη ὥσπερ μόλιβδος· καὶ διὰ τῶν μηρῶν διατείνουσιν ὀδύναι, καὶ ἀποψύχεται πάντα τὰ κάτω, τὰ ἀπὸ νειαίρης γαστρὸς ἀρχόμενα ἄχρι ποδῶν, καὶ τὰ θέναρα τῶν ποδῶν ναρκῶσι, καὶ ἐπιβαίνειν οὐ δύνανται. Τὰς τοιαύτας χαλεπὸν ἀπαλλάσσειν τῶν νοσημάτων· αἵ τε γὰρ ἡλικίαι προβεβήκασιν, οἵ τε κάματοι ξυγκαταγηράσκουσιν, ἢν μή τι εὐτύχημα τῶν αὐτομάτων λύσῃ γενόμενον. Ταύτῃσι χρὴ ἀπαρύσαι, ὅταν πλεονάζῃ, φαρμάκοισιν ἅσσα χολὴν ξανθὴν μὴ καθαίρει, ἀλλὰ τὰ οὐρητικὰ ταύτῃσι ξυμφέρει πενόμενα. καὶ κεφαλῆς καθάρσιες, καὶ ἀλουσίαι, καὶ τὸ λευκὸν ἐπίθυμον ποιέει, καὶ περίπατοι, καὶ πᾶσα ξηρασίη ἐν τῇ διαίτῃ. Ταῦτα δρῶσαι ὑγιέες μὲν παντελῶς οὐ γίνονται, εὐπετέστερον δὲ διάγουσιν.