Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.117
Not analysed yet
117. Ῥόου λευκοῦ θεραπείη· καθαίρεται λευκὸν ὑπόχλωρον, καὶ ὅταν οὐρέῃ, δάκνει καὶ ἀμύσσει, καὶ ἑλκοῖ τὴν ὑστέρην, καὶ πυρετὸς ἔχει ὀξὺς, καὶ θέρμη πολλὴ, δίψα, ἀγρυπνίη, καὶ ἔκφρονες γίνονται, καὶ ὅταν σπουδάσῃ, ἆσθμά μιν ἔχει, καὶ τὰ γυῖα λύονται. Ταύτην μήκωνα πιπίσκειν λευκὴν, καὶ κνίδης καρπὸν, ἄμεινον κάὶ ῥοιῆς γλυκείης ῥίζαν καὶ φύλλα καὶ ῥόον καὶ κικίδα· ταῦτα ἐν οἴνῳ στρυφνῷ πιπίσκειν, καὶ ῥοιῆς χυλὸν, καὶ ξυμμίσγειν τυρὸν αἴγειον· ὑποκάπνιζε δὲ ζειὰς καὶ ὀλύνθους χειμερινοὺς καὶ ἐλαίης πέταλα καὶ ψώρας, καὶ σικύης λέμματα τρίτον μέρος, τὰ δ’ ἄλλα ἴσον· καὶ τῶν ἑψανῶν ῥοφέειν, καὶ τὰ δι’ ἀμυγδάλων καὶ σησάμου ῥοφήματα, καὶ αἰωρέεσθαι καὶ ὀχέεσθαι καὶ μὴ ἠρεμεῖν.