Ancient Greek · ~11 min
Book 2
Hippocrates, De muliebribus 2.118
Not analysed yet
118. Ῥόος ἄλλος· καθαίρεται ὁκοῖον προβάτου οὖρον πολὺ, χροιὴ λευκὴ, καὶ οἰδέει πᾶσα, καὶ ἐν τῇσι κνήμῃσι πόμφοι ἀνίστανται, καὶ ἢν ἐπαφήσῃ τῷ δακτύλῳ, τῇσι κνήμῃσι καὶ τοῖσι ποσὶν ἐμπλάσσεται βοθροειδέα, καὶ ἤν τι φάγῃ, ἐμπίπλαται, καὶ φλεγμαίνει, καὶ ἐπειδὰν ὁδοιπορήσῃ καὶ ἔργον τι δράσῃ, ἆσθμά μιν λαμβάνει καὶ πόνος, καὶ ἡ χροιὴ λευκὴ, ἐνίοτε ὑπόχλωρος. Ταύτῃ, ἢν ἰσχύῃ καὶ ᾖ νέη, καὶ τἄλλα φαίνηται, καταρχὰς δίδου ἄνω φάρμακον καὶ κάτω· καὶ τὴν κεφαλὴν κάθαιρε, ἢν μὲν φλεγματώδης ᾖ, δι’ ὧν φλέγμα καθαίρεται, ἢν δὲ χολώδης, δι’ ὧν χολή· καὶ ἢν ὥρη ᾖ τοῦ ἔτεος καὶ ἢν μὴ φύσει ᾖ σπληνώδης, καὶ ἢν τι τῶν εἰρημένων ᾖ, ὀῤῥὸν διδόναι, ἀφεψεῖν δὲ καὶ πίνειν ὡς πλεῖστον χρόνον· καὶ ἐς ἑσπέρην οἶνον γλυκὺν ὑδαρέα, ἢν δέῃ, σίτου δὲ μὴ ἅπτεσθαι· ἢν δὲ ἀσθενὴς ᾖ, ῥοφήματι ὡς ἐλαχίστῳ, καὶ ἀλουτεέτω· ἐπειδὰν δέ σοι καιρὸς δοκέῃ εἶναι, τῆς πόσιος παυέσθω, καὶ μετὰ τὴν κάθαρσιν σιτίοισι χρεέσθω, ἀπεχομένη λιπαρῶν καὶ δριμέων καὶ γλυκέων, καὶ ἁλμυρῶν, καὶ λαχάνων δριμέων, χρῆσθαι δὲ ἰχθύσι πετραίοισι καὶ κρέασι μηλείοισιν, ἢ ὀρνιθίοισιν, ἢ λαγωοῖσιν, ἄρτῳ σποδίτῃ ἢ ἐρικτοῖσι, καὶ λαχάνοισιν ἑφθοῖσι χρεέσθω, καὶ ἀγρίοισι τρωκτοῖσι καὶ ἡμέροισιν ἄτερ δριμέων· καὶ περιπατείτω πρωῒ καὶ ἀπὸ τοῦ σίτου. Ἐπὴν δέ σοι δοκέῃ ταῦτα ποιέοντι ξηροτέρη εἶναι, κλύζειν τὰς ὑστέρας τῇ τρυγί· τρεῖς δὲ ἢ τέσσαρας ἡμέρας διαλιπὼν, μετέπειτα στρυφνοῖσι κλύσαι, καὶ ἐπισχόντα, ἢν μὲν ᾖ ξηρὴ. ἡσυχίην ἄγειν, καὶ ἢν φύσει ᾖ χολώδης ἢ φλεγματώδης, ὑπὸ δὲ τῆς διαίτης καὶ τῆς φαρμακοποσίης λεπτυνθεῖσα, ἢν μὴ δύνηται ἀναλαβεῖν, γάλα πινέτω τεσσαράκοντα ἡμέρας βόειον, θερμὸν ἀπὸ βοός. Τὴν δέ γε φλεγματώδεα ἄμεινον σιτίοισιν ὡς ἐλαχίστοισι χρέεσθαι, ἕως ἂν γαλακτοποτέῃ, ἔστω δὲ μέτρον ὅσον ἓξ κοτύλαι ἀττικαὶ, ἄρχεσθαι δὲ ἀπὸ δύο, καὶ προσθέτω κοτύλην ἑκάστης ἡμέρης, ἄχρις ἂν ἕξ γένωνται, κἀκ τοῦ κατ’ ὀλίγον ἐπὶ τὸ ἔλασσον, καὶ μετὰ τὴν γαλακτοποσίην ἀνακόμιζε σιτίοισι καὶ διαίτῃ. Καὶ μετὰ τὴν· τοῦ γάλακτος πόσιν πινέτω πρωῒ νῆστις ἀδίαντον, ξηρήνας, κοψάτω, καὶ διασήσας διὰ κρησέρης, τοῦτο διδόναι ἐν οἴνῳ μέλανι εὐώδει κεκρημένῳ. Ἢν δὲ ὑποστρέφῃ ἡ νοῦσος, πυριῆσαι αὐτὴν ὅλην, καὶ αὖθις φαρμάκοισι καθῆραι κάτω, καὶ μετὰ τοῦτο κλύσαι τὰς ὑστέρας, ἢν μὲν φύσει ᾖ φλεγματώδης, τῷ κόκκῳ τῷ κνιδίῳ, ἢ τῇ ῥίζῃ τῆς θαψίης, ἢν δὲ χολώδης ᾖ, τῆς σκαμμωνίης τῷ ὀπῷ, ἢ κολοκυνθίδι τῇ ἀγρίῃ, κόψας, ἐπιχέας δύο κοτύλας ὕδατος, ἀφεψεῖν ἐς τὸ ἥμισυ, τουτέῳ ξυμμίσγειν μέλι καὶ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον· ἔστω δὲ τοῦ μὲν μέλιτος τεταρτημόριον κοτύλης, τοῦ δὲ ἐλαίου μέτρον ἡμιόλιον τοῦ μέλιτος· μετακλύζειν δὲ τῷ μέλιτι καὶ τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ μούνῳ, καὶ θυμιῆσθαι, καὶ ἐπισχεῖν ἡμέρας τρεῖς ἢ τέσσαρας· ἀδίαντον δὲ πινέτω. Καὶ ἢν μὴ ἐν γαστρὶ λάβηται, ὑποστρέφει, καὶ ὑποστρεφομένης τῆς νούσου ἀπόλλυται. Ὁκόσας γεραιτέρας λαμβάνει ἡ νοῦσος αὕτη, κατασήπονται αἱ ὑστέραι, ἐκφεύγουσι δὲ πάνυ ὀλίγαι.