Ancient Greek · ~11 min
Book 2
Hippocrates, De muliebribus 2.119
Not analysed yet
119. Ῥόος ἄλλος· καθαίρεται οἷόν περ ἐξ ὠοῦ ὠμοῦ, χλωρὸν ὑπόλευκον, καὶ ἑλκοῖ τὸ αἰδοῖον, καὶ οἰδίσκεται τούς τε πόδας καὶ τὰς κνήμας, καὶ τὰ κοῖλα τῶν ὀφθαλμῶν ἐπανοιδέει, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ γλαμυροὶ, καὶ ἢν βαδίζῃ, ἆσθμά μιν λαμβάνει, καὶ ἀσθενείη γίνεται. Ἡ δὲ νοῦσος φύσει φλεγματώδης· καὶ ἢν μὴ καθαρθῇ, πυρετήνῃ δὲ χολῆς κινηθείσης, φλαῦρον· γεραιτέρας δὲ ἡ νοῦσος αὕτη λαμβάνει μᾶλλον ἢ νεωτέρας. Ὁπόταν δὲ ὧδε ἔχῃ, ἢν μὲν ἀνοιδήσῃ σφόδρα, διδόναι κάτω φάρμακον πιεῖν ὅ τι φλέγμα καὶ χολὴν ἰνήσεται· ἢν δὲ μὴ ἰσχυρῶς οἰδέῃ καὶ τὸ φλέγμα αὐτὴν αὐτὴν πιέζῃ, ἄνω δοῦναι φάρμακον· καὶ ἢν μὲν ᾖ δυνατὴ, ἐλλεβόρῳ καθαιρέσθω· ἢν δὲ μὴ, ὅ τι χολὴν καὶ φλέγμα ἄγει· μετὰ δὲ τὰ φάρμακα ὀῤῥὸν ἑφθὸν διδόναι πίνειν ὡς πλείστας ἡμέρας ξὺν ἁλὶ ὀλίγῳ· ἐπιτρωγέτω δὲ ἡδύοσμον, ἑσπέρην δὲ σίτου μὴ ἁπτέσθω, ῥοφεέτω δὲ ὀλίγον, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, ἢν χρήζῃ· δὲ μὴ παρῇ, ὀῤῥόν· γάλα τε ὄνειον ἀφεψῆσαι, καὶ διδόναι τέσσαρας ἡμέρας· ἑσπέρην δὲ ταῦτα ποιέειν, ἢν μὴ πῦρ ἔχῃ νύκτωρ. Ἢν δὲ ᾖ φύσει σπληνώδης, πνευματώδης, λείφαιμος, μήτε ὀῤῥὸν μήτε γάλα διδόναι, ἢν φυσῇ· ἢν δὲ μὴ, κατωτερικοῖσι καθαίρειν. Καὶ ἐπειδάν σοι δοκέῃ καιρὸς εἶναι, κλύσαι τὰς μήτρας, πρῶτον μὲν τῷ ἀπὸ τῆς τρυγὸς δὶς ἢ τρὶς, μετὰ δὲ τοῦτο τῷ ὀπῷ τῆς σκαμμωνίης, οἶνον δὲ ἐπιχέαι γλυκὺν. ὅσον κοτύλην ἀττικὴν καὶ ἐλαίου τέταρτον μέρος κοτύλης, μάλιστα μὲν ναρκισσίνου, εἰ δὲ μὴ, ἀνθίνου· μετακλύσαι δὲ τῇ ὑστεραίῃ οἴνῳ κοτύλῃ, καὶ μέλιτι τετάρτῳ κοτύλης, καὶ ῥητίνῃ τρίτην μοίρην μέλιτος, ἔλαιον δὲ ἴσον μέλιτι. Ἢν δὲ τὰ ἀπὸ τοῦ κλυσμοῦ ἀποχωρεῦντα ἴῃ φλεγματώδεα, κλύσαι αὖθις ἐπισχόντα ἡμέρας τρεῖς ἢ τέσσαρας, ἐκλέψαντα τοῦ κόκκου δύο πόσιας· μετακλύζειν δὲ τοῖσιν αὐτέοισιν· ἢν δὲ μὴ παρῇ κόκκος, τῇ ῥίζῃ τῆς θαψίης πόσιν μίαν, καὶ μετακλύζειν τοῖσιν αὐτέοισιν· ἐπὴν δὲ καθαρθῇ τὰ ὑποχωρεῦντα πρὸς τούτους τοὺς κλυσμοὺς, καὶ ἢν γίνηταί τι αἱματῶδες, οἷον ἀφ’ ἕλκεος, μετακλύζειν τοῖσι στρυφνοῖσιν. Καὶ ἢν μετὰ ταῦτα αὐτὴ ἐρωτηθεῖσα φῇ τὸ στόμα τῶν ὑστερέων σκληρὸν εἶναι καὶ ὀδύνην ἔχειν, κλύζειν τὸν αὐτὸν τρόπον τῷ ξὺν τῷ πικερίῳ, ἔστ’ ἂν ἀποξηρανθέωσιν αἱ ὑστέραι καὶ δοκέῃ ὑγιὴς εἶναι· τὰς δὲ μεταξὺ ἡμέρας τῶν κλυσμῶν πινέτω ἀκτῆς καρπὸν καὶ λαγωοῦ πυτίην καὶ μήκωνος τὸ κέλυφος καὶ κνίδης καρπὸν, ῥοιῆς τε γλυκείης τὸν φλοιὸν, τρίβων ἴσον ἑκάστου· ἄλφιτον δὲ ξυμμίσγειν καὶ ἀδίαντον, ἐν οἴνῳ μέλανι εὐώδει νῆστις· σιτίοισι δὲ χρεέσθω μαλθακοῖσι μὴ ἁλμυροῖσι, μηδὲ δριμέσι· κρέα δὲ ἀμείνω ἰχθύων, ἤγουν ὀρνίθια, ἢ λαγῶα, καὶ λουέσθω θερμῷ μὴ πολλῷ. Ἢν δὲ μὴ λωφήσῃ ὁ ῥόος, ἀλλ’ ὑπολείπηται, καὶ ὑγράζωνται αἱ ὑστέραι, θυμιῆσαι τῷ ξὺν τῷ σιδίῳ, καὶ ἔπειτα παρὰ τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Αἱ δὲ γεραίτεραι οὐ δύνανται ἀναφέρειν, ἀλλ’ ἀπόλλυνται ὑπὸ ἀσθενείης.