Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.120
Not analysed yet
120. Ῥόος ἄλλος· ῥέει ὑπόχλωρον οἷον ἐξ ὠοῦ, καὶ γλίσχρον, καὶ ἡ γαστὴρ ἀνίσταται ἡ νειαίρη, καὶ σκληρὴ γίνεται, καὶ ἢν ψαύσῃς, ἀλγέει, καὶ βρύχει, καὶ πῦρ ἔχει, καὶ ὀδύνη ἐς τὸ ἐπίσειον, καὶ ἐς τὰ αἰδοῖα, καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἐς τὰς ἰξύας, καὶ λιποθυμίη, ἀλυσμοί τε καὶ περιψύξιες καὶ ἱδρὼς πουλὺς, σφυγμοὶ πρὸς χεῖρα ψαίροντες, βληχροὶ. ἐκλείποντες, καὶ αὐτίκα ὄλλυνται. Ἢν δὲ περιῇ, καὶ ἡ χροιή οἱ τρέπεται, καὶ γίνεται οἷόν περ κηρίον, καὶ ὁ χρὼς τῷ δακτύλῳ πιεζεύμενος μαλθάσσεται, καὶ ἐμπλάσσεται οἷόν περ ἐν σταιτὶ, καὶ οἰδέουσιν οἱ πόδες καὶ τὰ σκέλεα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα, ἢν ἐν αὐτῇσί τι διακναισθῇ ἢ, ἐνσαπῇ ἐν τῷ τόκῳ· αἱ δ’ ἀφηλικέστεραι μᾶλλον πάσχουσιν, οὐ πάνυ δὲ ἡ τοιαύτη νοῦσός ἐστιν εὐήθης.