Ancient Greek · ~8 min
Book 2
Hippocrates, De muliebribus 2.121
Not analysed yet
121. Ἄλλος ῥόος· καθαίρεται οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ ἑλκοῦται τὸ αἰδοῖον καὶ ὅπη ἂν ἄλλῃ τοῦ χρωτὸς ἐπιστάξῃ, καὶ ῥῖγος καὶ πῦρ ὀξὺ πυκινὸν, μέγα, καὶ φρίκη ὁμοῦ λάζεται· ὀδύναι δὲ αἱ ἐν πᾶσι τοῖσι ῥόοισιν· αὕτη πᾶσα ἀνοιδίσκεται καὶ τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ τὰ σκέλεα, καὶ ἡ χροιὴ ἰκτεριώδης γίνεται. Ὁ δὲ τοιοῦτος ῥόος γίνεται ἀπὸ τοῦδε, ἐπειδὰν τὸ αἷμα ἐξεραθὲν ὑπόχολον γένηται καὶ μὴ καθαρθῇ. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον δεῖ πίνειν, ἢν μὲν ἰσχυρὴ ᾖ, ἐξ ἐλλεβόρου, ἢν δὲ ἀσθενὴς, ῥίζαν τε καὶ ἐλατήριον, καὶ ὑστέρῳ χρόνῳ γάλα αἰγὸς, ἢ κάτω φαρμακεύειν ὅ τι χολὴν καὶ φλέγμα καθαίρει· κλύσαι δὲ τὰς ὑστέρας τῷ ξὺν τῷ κραμβίῳ· πίνειν δὲ ἐλελίσφακον, ὑπερικὸν, λίνου σπέρμα, ἴσον ἑκάστου ἐν οἴνῳ μέλανι αὐστηρῷ, νήστει δὲ διδόναι πίνειν. Ἢν δὲ ἡλκωμένον ᾖ τὸ αἰδοῖον, μετακλύσαι τῷ πικερίῳ, ἔπειτα φάρμακον πῖσαι, καὶ ἐπιχρίειν τὰ ἕλκεα πικέριον, ῥητίνην, σμύρνην, ἀργύρου ἄνθος· διανιζέσθω δὲ ὕδατι ἀπὸ μυρσίνης καὶ ἐλελισφάκου χλιερῷ· σιτίοισι δὲ χρήσθω μήθ’ ἁλμυροῖσι μήτε δριμέσιν, ὡς μὴ δακνῶδες τὸ οὖρον γένηται, καὶ τῶν θαλασσίων εἴργεσθαι, καὶ κρεῶν βοείων, καὶ ὀΐων, καὶ χοιρείων· τοῖσι δὲ ἄλλοισι κρέασι χρέεσθαι ἑφθοῖσι, καὶ σιτείσθω ἄρτον, καὶ οἶνον εὐώδεα παλαιὸν πινέτω μέλανα. Ἢν δὲ ταῦτα ποιέῃ καὶ μὴ ὑγιὴς γίνηται, πυριῆσαι ὅλην καὶ φάρμακον δοῦναι τῇ ὑστεραίῃ ἄνω, ἔπειτα διαλιπὼν αὖθις κάτω· καὶ ἢν μὲν ᾖ ὀῤῥὸς, μετὰ τὰ φάρμακα ἀφεψήσας δοῦναι πιεῖν ἑκάστης ἡμέρης, ἑσπέρην δὲ ῥοφήμασιν· οἴνῳ δὲ γλυκεῖ λευκῷ· ἢν δὲ μὴ ᾖ ὀῤῥὸς, γάλα ὄνου ἑφθὸν πινέτω ἐπὶ τέσσαρας ἡμέρας, ἑσπέρην δὲ τοῖσιν αὐτέοισι χρήσθω· μετέπειτα δὲ πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας γάλα βοὸς θερμὸν, καὶ τῆς ἡμέρης μηδὲν ἐσθιέτω ὡς ἔπος εἰπεῖν, ἄριστον γὰρ τοῦτο, καὶ γὰρ καθαίρεται καὶ τρέφεται καὶ ἀμβλύνεται ὑπὸ τοῦ τοιοῦδε γάλακτος· ἑσπέρην δὲ δειπνείτω κρέας ὄρνιθος ὀπτὸν ὀλίγον, καὶ ἄρτον σμικρὸν ἐγκρυφίην· ἐπιπίνειν δὲ οἶνον μέλανα παλαιὸν οἰνώδεα, ἔστ’ ἂν τὸ γάλα πίνῃ, ἢν πολλὰ ἴῃ καὶ ταράσσηται τὸ δριμύ. Καὶ ἢν ταῦτα ποιήσασα ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Ὅσαι δὲ γεραίτεραί εἰσιν, ἐνίοτε ὑποστρέφει ἡ νοῦσος, καὶ ἀπόλλυνται· τῇσι δὲ νέῃσιν οὐ θανατώδης· χρονίη δέ.