Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.122
Not analysed yet
122. Ῥόου ἰχωροειδέος θεραπείη· ῥέει ὕφαιμον, οἷόν περ ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ δάκνει ὡς ἅλμη, καὶ ἐσθίει καὶ ἐξελκοῖ τὰ αἰδοῖα, καὶ ἡ ὑστέρη ἀνελκοῦται, καὶ τὰ πέριξ καὶ τοὺς μηροὺς καὶ τὰ ἄλλα· ἐπειδὰν ἐπιστάξῃ ἐπὶ τὰ ἱμάτια, βάπτεται, καὶ δύσπλυτα ἐμμένει· καὶ ἡ γαστὴρ ἐπαείρεται καὶ σκληρὴ γίνεται, καὶ ἀλγέει ἢν ψαύσῃ, καὶ θέρμη ἔχει, καὶ ἐς τὰ αἰδοῖα καὶ ἐς τὴν ἕδρην ὀδύνη καὶ ἐς τὴν νειαίρην γαστέρα καὶ κενεῶνας καὶ ἰσχία καὶ ἰξύας, ἀδυναμίη ψυχρὴ, καὶ ἡ χροιὴ τρέπεται ὡς ἰκτερώδης. Ἢν δὲ ὁ χρόνος μηκύνῃ καὶ ἡ νοῦσος, ταῦτα πάντα πολὺ μᾶλλον ἐπιλαμβάνει, καὶ τὰ κῦλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ σκέλεα ἀπὸ τῶν ἰξύων. Ἡ δὲ νοῦσος λάζεται, ἐπὴν διακναισθῇ τι τοῦ ἐμβρύου ἐν τόκῳ ἢ τρωσμῷ. Χρὴ δὲ πυριῇν καὶ θυμιῇν καὶ πιπίσκειν· ταῦτα πάντα ἀεὶ ἴσχει τὸν ῥόον· καὶ ὄνειον γάλα καὶ τὰ ἄλλα προσάγειν, καὶ ἐμέειν, ἢν δέῃ· ἢν δὲ ἄπυρος μὴ ᾖ καὶ βληχρῶς ἔχῃ, ἄμεινον ξηρὴ πυρίη.