Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.123
Not analysed yet
123. Ὁκόταν ἐς τὴν κεφαλὴν τραπῶσιν αἱ ὑστέραι καὶ τῇδε λήγῃ ὁ πνιγμὸς, κεφαλὴν βαρύνει, ἄλλῃσι δὲ ἄλλῃ πη τέκμαρ ἴσχεται. Σημήῖον δὲ τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν ἀλγέειν φασὶ, καὶ κῶμα ἴσχει, καὶ ἀφρίζει ὅταν ῥαΐσῃ. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ· ἢν δὲ μὴ ἐνακούῃ, ψυχρῷ, καὶ κατὰ κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι καὶ ψύχων· καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν χριέσθω· καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, τὰ δὲ κακώδεα ὑπὸ τὰς ῥῖνας· καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφεέτω.