Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.139
Not analysed yet
139. Ἢν περιστραφῶσιν αἱ μῆτραι ἐκ τόκου κατὰ τὰ δεξιὰ, τά τε λοχεῖα οὐ γίνονται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ τὸ δεξιὸν σκέλος βαρύνεται, καὶ νάρκη ἔχει, καὶ τετρεμαίνει, καὶ οὐκ ἂν δύναιτο τοῦ στόματος θιγεῖν τῶν μητρέων, ἀλλ’ ὄψει λείας τε καὶ ὁμαλὰς ἰσχυρῶς. Ὅταν δὲ ὧδε ἔχῃ, φάρμακον πῖσαι ὑφ’ οὗ καθαίρεται καὶ ἄνω καὶ κάτω, κάτω δὲ μᾶλλον, καὶ πυριῇν ὅλον τὸ σῶμα καὶ τὰς ὑστέρας ὡς μάλιστα προσηνέως, καὶ λούειν τῷ θερμῷ δὶς τῆς ἡμέρης, καὶ τῶν ποτημάτων ὅ τι μάλιστα ἂν προσδέξηται πειρώμενος, καὶ τῷ ἀνδρὶ ξυνευδέτω θαμινὰ, καὶ τὴν κράμβην ἐσθιέτω.