Ancient Greek · ~6 min
Book 2
Hippocrates, De muliebribus 2.145
Not analysed yet
145. Ἢν δὲ ἔξω τοῦ αἰδοίου τὸ στόμα τῶν μητρέων ἐκπέσῃ, οἷα τοῦ αὐχένος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου καὶ εὐρέος ἐόντος· γίνεται δὲ τοῦτο μᾶλλον τῇσιν ἀτόκοισι, μάλιστα δὲ γίνεται ἐκ ταλαιπωρίης, ἐπὴν ταλαιπωρήσῃ ἡ γυνὴ, καὶ αἱ μῆτραι θερμανθέωσι καὶ ἱδρώσωσιν, ἐκτρέπεται τὸ στόμα αὐτέων διὰ τοῦ αὐχένος, ἅτε ἐν ὑγροτέρῳ καὶ ὀλισθηροτέρῳ καὶ θερμοτέρῳ χωρίῳ γενόμενον ἢ ἐν τῷ πρὶν χρόνῳ· καὶ ἐπὴν τοῦτο γένηται, θύουσιν ἔξω πρὸς τὸ ψῦχος, καὶ σφέων τὸ στόμα ἔρχεται ἔξω ἐκτραπέν. Καὶ ἢν μὲν ἐν τάχει θεραπευθῇ, ὑγιὴς γίνεται· ἄφορος δὲ πάντως καταλιμπάνεται· ἢν δὲ μὴ ἐν τάχει, ἔξω ἀεὶ ἔσται οἱ σκληρὸν τὸ στόμα, καὶ ῥεύσεται αὐτόθεν ἰχὼρ ἄλλοτε καὶ ἄλλοτε γλίσχρος καὶ κάκοδμος, καὶ ἢν τἀπιμήνια χωρήσῃ, ἢν ἔτι ἐν τῇ ἡλικίῃ ᾖ ἐν εὐνῇ εἶναι· χρόνου δὲ γενομένου, ἡ τοιήδε νοῦσος ἀνίητος γίνεται, καὶ ξυγκαταγηράσκουσιν ἔξω τὰς μήτρας ἔχουσαι. Ἢν δὲ αἱ μῆτραι ἐξίσχωσι, περινίψας αὐτὰς ὕδατι χλιηρῷ, καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι καὶ ἀναδῆσαι, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ πλείονα χρόνον αἱ ὑστέραι ἐξίσχωσι καὶ περιψύχωνται ναρκωδέως, καταχέειν ὕδωρ θερμὸν πουλὺ, ὅκως διαπυριηθέωσιν. Ἢν δὲ ἤδη φυσέωνται, καὶ ὄξεος μίσγοντα, ξυμπυριῇν ἢ δάφνης ἢ μυρσίνης ὕδωρ, καὶ ἠρέμα προωθέειν, καὶ κηρωτῇ ἢ μύρῳ χρίειν, ἢν ἐσακούῃ· ἢν δὲ μὴ, περικλύσαι τῷ ὕδατι, καὶ ὄξεος ὀλίγον χλιήνας καταχέαι, εἶτα ἁλὶ ψαύειν· ὁκόταν δὲ ξυντακέωσι, περινίψας ὡς λέλεκται, ἐνθεῖναι, καὶ τἄλλα ποιέειν τὰ προειρημένα· ἔλκιον δὲ μὴ προσφέρειν, μηδ’ ἄλλο τι πῖον, μηδὲ λίπα ἔχον.