Ancient Greek · ~5 min
Book 2
Hippocrates, De muliebribus 2.146
Not analysed yet
146. Ἢν ὑποπτυχθῇ τι τῶν στομάτων τῆς ὑστέρης, τὰ ἐπιμήνια οὐ γίνονται, ἢ ὀλίγα καὶ πονηρὰ καὶ ἀλγεινὰ, καὶ ὁκόταν τῷ ἀνδρὶ ξυνεύδῃ, ἀλγέει, καὶ ὅ τι ἂν ὁ ἀνὴρ μεθίῃ, ἔξεισι, καὶ οὐ θέλει ψαύεσθαι, οὐδ’ ἕλκουσι τὴν γονὴν, καὶ ὀδύνη ἴσχει τὴν νειᾳίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τὸ στόμα τῶν ὑστερέων οὐ δῆλον ψηλαφήσει. Ὅταν τοίνυν ὧδε ἔχῃ, πυριῆσαι οὔρῳ παλαιῷ· ἔπειτα ἐμεσάτω τῷ φακίῳ ξυμμίξασα, μέλι καὶ ὄξος· ἔπειτα λουέσθω ὕδατι θερμῷ· ἔπειτα ἐγχέασα ἐς φιάλην ἀργυρέην ἢ χαλκέην ἔλαιον λευκὸν αἰγύπτιον καὶ ἅλας, καλυψαμένη δὲ καθέξεσθαι ἀμφὶ τὴν φιάλην· κἢν μὲν ἴῃ ὀδμὴ αὐτῇ διὰ τοῦ στόματος τοῦ ἐλαίου, φάναι αὐτὴν τέξεσθαι, καὶ τὴν ὑστέρην ἔτι ὑγιῆ εἶναι. Ἢν δὲ μὴ ἴῃ ὀδμὴ, θαρσύνειν· κἀπειδὰν μέλλῃ εὕδειν, προστιθέσθω τὸ αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ σκεψάσθω ἤν τι μᾶλλον κατ’ ἰθὺ ᾖ τὸ στόμα τῶν ὑστερέων· καὶ ἢν φῇ εἶναι, πυριῆσαι εὐώδεσιν ἡμέρας τρεῖς, καὶ προστιθέναι, προσθετὰ ὁκοῖα μὴ ἀναδήξεται· καθαίρειν δὲ καὶ μετακλύζειν εὐώδεσι καὶ μαλθακοῖσιν, ἴσας ἡμέρας τῇσι πρόσθεν· ὁκόταν δὲ τὰ ἐπιμήνια γένηται, νὴστεῦσαι, καὶ ἀλουτήσασα παρὰ τὸν ἄνδρα ἴτω, θυμιησαμένη τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ πολλαὶ καὶ ἐκ ταύτης τῆς νούσου γίνονται, ἢν μὴ μελεδανθῇ.