Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.155
Not analysed yet
155. Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τό τε στόμα τρηχύνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται· ὁκόταν δὲ ἴη, ὡς ψάμμος φαίνεται τρηχεῖα· ἢν δὲ καὶ καθάψηται τῷ δακτύλῳ, τρηχὺ τὸ στόμα ὡς πῶρον εὕροις τῆς μήτρης, ὃ προφύεται αἰεί. Ὅταν ὧδε ἔχῃ, τῆς κυκλαμίνου χρὴ τρίψαντα, καὶ ἅλας, καὶ σῦκον ὁμοῦ μίσγειν, καὶ ἀναποιέειν μέλιτι βαλανίδας, καὶ πυριήσαντα κλύσαι τοῖσι καθαίρουσιν· ἐσθιέτω δὲ τὴν λινόζωστιν καὶ κράμβην ἑφθὴν, καὶ τὸν χυλὸν ῥοφεέτω καὶ πράσων, καὶ θερμῷ λουέσθω.