Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.156
Not analysed yet
156. Ἢν αἱ μῆτραι σκιῤῥωθέωσι, τά τε ἐπιμήνια ἐπηλυγάζονται, καὶ τὸ στόμα αὐτέων ξυμμύει, καὶ οὐ κυΐσκεται, καὶ στεῤῥόν ἐστι, καὶ ἢν ψαύσῃς, ὡς λίθος δοκέει κεῖθι εἶναι, καὶ τὸ στόμα τρηχὺ καὶ πολύῤῥιζον καὶ οὐ λεῖον ἰδεῖν, καὶ τὸν δάκτυλον οὐκ ἐσίησιν, ὅς μιν καθορῇ· καὶ πῦρ λαμβάνει περίψυχρον, καὶ βρυγμὸς, καὶ τὰς μήτρας ὀδύνη ἔχει καὶ τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα, ἤν οἱ διαφθαρέντα τὰ ἐπιμήνια σαπῇ· ἔστι δ’ ὅτε καὶ ἐκ τόκου καὶ ψύχεος ἢ πονηρῆς διαίτης καὶ ἄλλως. Φάρμακον οὖν χρὴ πιπίσκειν, καὶ λούειν πολλῷ τῷ θερμῷ, καὶ ὕδατι καὶ ἐλαίῳ πυριῇν. Ὁκόταν δὲ νεόλουτος ἢ νεοπυρίητος ᾖ, τὴν μήλην καθεὶς ἀναστομοῦν, καὶ ἀνευρῦναι τὸ στόμα αὐτέων καὶ τῷ δακτύλῳ ὁμοίως, καὶ προστιθέναι μαλθακτήρια ὡς εἴρηται, καὶ τῶν ποτημάτων ὡσαύτως πιπίσκειν καὶ θεραπεύειν.