Ancient Greek · ~7 min
Book 2
Hippocrates, De muliebribus 2.157
Not analysed yet
157. Ἢν δὲ σκληρυνθέωσιν αἱ μῆτραι, τὸ στόμα σκληρὸν γίνεται τῶν ὑστερέων καὶ ξυμμέμυκε, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, ἀλλ’ ἐλάσσω καὶ κακίω, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ὀδύνη ἐμπίπτει ἐς τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ἢν ἡ ὀδύνη ἔχῃ, καὶ πυριῇν τὰς ὑστέρας βληχρῶς πουλὺν χρόνον, τῷ ἀπὸ τοῦ σικύου τοῦ ἀγρίου ὕδατι· ἔπειτα προστιθέσθω μαλθακτήρια. Τρεῖς ἡμέρας ταῦτα ποιέειν· καὶ ἢν ψαυούσῃ αὐτῇ μαλθακὸν τὸ στόμα τῶν ὑστερέων φαίνηται, μοτοῦν ὠμολίνῳ καθετῆρι, ᾧ τοὺς ἐμπύους, μοτοῖσι τρισί· τῷ μὲν πρώτῳ λεπτῷ, τῷ δὲ δευτέρῳ. ὀλίγον παχυτέρῳ· ὁ δὲ παχύτατος ἔστω τῷ μεγέθει ὅσον ὁ σμικρὸς δάκτυλος, μῆκος δὲ πέντε δακτύλων· χρίων χηνείῳ ἀλείφατι, προστιθέναι, προπυριήσας τοῖσιν εὐώδεσι, καὶ βάλανον μαλθακτικὴν νίτρου ὅσον ἐπαλείφοντα, ὡς μὴ τρώσῃ, οὐ γὰρ κεντέειν δεῖ, καὶ προσκείσθω δύο ἡμέρας· ἀφίσταται δὲ οἷον λοπὸς καὶ δέρμα παχύ· διαλιπὼν δὲ τρεῖς ἡμέρας, τὴν κυκλάμινον καὶ τὸ ξὺν τῷ ναρκισσίνῳ. Ἢν δὲ ταῦτα μὴ καθήρῃ, κατανοῶν πολὺ προστιθέναι τέως τὸ ξὺν τῇ βουπρήστει· προσκείσθω δὲ τὴν ἡμέρην· καὶ ἐπὴν δάκνῃ· ἰσχυρῶς, ἕλκειν τὴν βάλανον, καὶ διανίζεσθαι τὸ αἰδοῖον ὕδατι θερμῷ, καὶ ἐν ἐλαίῳ ἵζεσθαι· τῇ δὲ ὑστεραίῃ λουσαμένη, ἐλάφου στέαρ τήξασα καὶ εἰς εἴριον μαλθακὸν ἀναφυρήσασα προστιθέσθω. Καὶ ἤν σοι δοκέῃ ἔτι καθάρσιος δεῖσθαι, διαλιπὼν τρεῖς ἡμέρας, προστιθέναι τὸ ξὺν τῷ ναρκισσίνῳ· τῇ δὲ ὑστεραίῃ τὸ νέτωπον· ἔπειτα πάλιν διαλιπὼν τρεῖς ἡμέρας, κλύσαι τὰς ὑστέρας εὐώδεσι καὶ λιπαροῖσι· τῇ δὲ ὑστεραίῃ τὴν γλήχωνα προστιθέναι μίην ἡμέρην· τῇ δὲ ἑπομένῃ πυριῆν τοῖσιν ἀρώμασι· σιτίοισι δὲ δριμέσι χρήσθω καὶ τοῖσι θαλασσίοισιν, ἢ κρέασιν. Ἐν δὲ τοῖσιν ἐπιμηνίοισι πινέτω τὸν κάστορα, καὶ ἀσιτέουσα ἀλουτείτω, θυμιωμένη, καὶ τὸν κυκεῶνα πίνουσα, παρὰ τὸν ἄνδρα ἡκέτω.