Ancient Greek · ~6 min
Book 2
Hippocrates, De muliebribus 2.158
Not analysed yet
158. Ἢν δὲ μὴ ἐσδέχηται τὸ στόμα τῶν ὑστερέων τὴν γονὴν, ἀλλὰ στειρῶδες ᾖ καὶ ξυμμεμύκῃ, προστιθέσθω μολύβδιον, ὡς εἴρηται, τρεῖς ἡμέρκς λουσαμένη, θερμῷ, καὶ μαλθακτηρίοισι χρεέσθω, καὶ ἀνακεέσθω ὑπτίη, καὶ ἐφ’ ὕδωρ θερμὸν ἱζέσθω, καὶ εἴριον ἐς μύρον ἀποβάπτουσα προστιθέσθω, καὶ τὴν νύκτα παρατιθέναι παρὰ, τὰ ἰσχία εἵματα εἰρινέα ἢ μαλθακὰ λίνεα, ὡς μὴ περιῤῥηδὲς ᾖ τὸ σῶμα. Προσθέτοισι μαλθακοῖσι· σμύρναν πιοτάτην καὶ πίσσαν καὶ κηρὸν καὶ στέαρ χηνός· ἔστω δὲ τῆς σμύρνης μὲν τὸ ἥμισυ, τῶν δ’ ἄλλων διπλάσιον· ἐν εἰρίῳ δὲ προστίθεσθαι· ἔστω δὲ δύο· προσκείσθω δὲ λουσαμένη τὴν ἡμέρην τὸ ἓν, τὸ δὲ ἕτερον ἐς τὴν νύκτα ἔστ’ ἂν μαλθακὸν ᾖ, καὶ ἐπειδὰν ὑφέληται, τῷ εὐώδει ὕδατε περινιζέσθω. Ἢ ἐκλέψας κόκκους πεντεκαίδεκα, ἔστω δὲ καὶ ἰνδικοῦ ποσὸν, ἢν δοκέῃ δεῖν, ἐν γάλακτι δὲ γυναικὸς κουροτρόφου τρίβειν, καὶ παραμίσγειν ἐλάφου μυελὸν καὶ τἄλλα ὁκόσα εἴρηται, καὶ μέλιτι ὀλίγῳ μίσγειν· τὸ δὲ εἴριον μαλθακὸν καθαρὸν ἔστω, καὶ προστίθεσθαι τὴν ἡμέρην· ἢν δὲ βούλῃ ἰσχυρότερον ποιέειν, σμύρνης σμικρόν τι παραμίσγειν· ἄριστον δὲ ὠοῦ τὸ πυῤῥὸν καὶ αἰγὸς στέαρ καὶ μέλι καὶ ἔλαιον ῥόδινον, τουτέοισιν ἀναφυρῇν, παραχλιαίνειν δὲ παρὰ τὸ πῦρ καὶ τὸ ἀποστάζον εἰρίῳ ξυλλέγειν καὶ προστιθέναι. Ἢ στέαρ ἐρυθρὸν τὸ ἡδυντὸν χηνὸς, μύρον ῥόδινον, ταῦτα ξυμμίσγειν, καὶ προστιθέναι εἴριον ἀναδεύσασα. Ἄμεινον δὲ χηνὸς ἐλαιον, ἢ ὄϊος στέαρ, κηρὸς λευκὸς, ῥητίνη, νέτωπον, ἔλαιον ῥόδινον, ταῦτα ὁμοῦ τῆξαι καὶ μῖξαι· λουσαμένη δὲ προστιθέσθω χλιερὰ εἴσω πρὸς τὸ στόμα τῶν ὑστερέων. Ἢ ἐλάφου μυελὸν καὶ στέαρ χηνὸς τή· ξας ῥοδίνῳ ἢ ἰρίνῳ ἐλαίῳ ἀναφυρῇν· εἴριον δὲ μαλθακὸν ἄγαν προστιθέναι.