Ancient Greek · ~4 min
2.159 to 2.161
Hippocrates, De muliebribus 2.159-161
Not analysed yet
159. Γυναικὶ ὁκόταν αἱ ὑστέραι σκληραὶ γένωνται καὶ ἐς τὰ αἰδοῖα ἐξίωσι, καὶ οἱ βουβῶνες σκληροὶ γίνωνται, καὶ καῦμα ἐν τοῖσιν αἰδοίοισιν ἐνῇ, καρκινοῦσθαι φιλέει πάντα. Ὅταν ὧδε ἔχῃ, σικύου χρὴ τὸ ἔνδον τρῖψαι καὶ κηρίον, ὕδατος κοτύλην ἐπιχέας, ἐνεῖναι ἐς τὴν ἕδρην, καὶ καθαίρεται. 160. Ἢν τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ὑπὸ ξηρασίης, καὶ ἐν σχήματι ἑτέρῳ ᾖ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσῃ παραψαύσας· καὶ ἢν ἄνω ὡς ἐς τὸ ἰσχίον εἰληθέωσι, μὴ προσφέρειν δριμὺ μηδέν· ἢν γὰρ ἑλκωθῇ ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον γενέσθαι· προστίθεσθαι δὲ ἅσσα μὴ ὀδάξεται, ὑφ’ ὧν καθαρεῖται. 161. Ὅταν δὲ σκληραὶ ἔωσιν αἱ ὑστέραι καὶ τῇδε ἀλγέωσι, προσθετὰ τιθέναί οἷον ἐλάφου μυελὸν ἢ χήνειον στέαρ ἢ ὅειον, καὶ ἴρινον μύρον ξὺν μέλιτὶ, καὶ μαλθάσσειν ὠοῦ τὸ πὐῤῥὸν καὶ κηρὸν λευκόν· ἐπίπλασμα, κρίθινον ἢ πύρινον ἄλητον ἄλητον ξὺν ὕδατι καὶ πηγάνῳ ἑψεῖν.