Ancient Greek
ΠΕΡΙ ΟΣΤΕΩΝ ΦΥΣΙΟΣ.
Hippocrates, De natura ossium ΠΕΡΙ ΟΣΤΕΩΝ ΦΥΣΙΟΣ.
Not analysed yet
1. Ὀστέα χειρὸς εἰκοσιεπτά· ποδὸς εἰκοσιτέσσαρα· τραχήλου ἐς τὸν μέγαν ἑπτά· ὀσφύος πέντε· ῥάχιος εἴκοσι· κεφαλῆς ξὺν ὀπωπίοις ὀκτώ· ξύμπαντα ἐννενήκοντα ἓν, ξὺν ὄνυξιν ἑκατὸν ἕνδεκα. Ἃ δ’ ἡμεῖς αὐτοὶ ἐξ ἀνθρώπου ὀστέων κατεμάθομεν, σπόνδυλοι οἱ ἄνω τῆς κληβδος σὺν τῷ μεγάλῳ ἑπτά· οἱ δὲ κατὰ τὰς πλευρὰς ὅσαι περ αἱ πλευραὶ δώδεκα· οἱ δὲ κατὰ κενεῶνας ἐκτὸς, ἐν ᾧ τὰ ἰσχία, ἐν τῇ ὀσφύϊ πέντε. Τὸ δὲ σπέρμα οἷον κηρίον ἑκατέρωθεν τῆς κύστιος· ἐκ δ’ αὐτῶν φλέβες ἑκατέρωθεν τοῦ οὐρητῆρος ἐς τὸ αἰδοῖον τείνουσι. Ποτὸν διὰ φάρυγγος καὶ στομάχου· λάρυγξ ἐς πλεύμονα καὶ ἀρτηρίην· ἀπὸ δὲ τούτων ἐς ἄκρην κύστιν. Ἥπατος πέντε λοβοί· ἐπὶ δὲ τοῦ τετάρτου λοβοῦ ἐπίκειται ἡ χολὴ, ἣ τὸ στόμα ἐπὶ φρένας καὶ καρδίην καὶ πλεύμονα φέρει· καρδίην ὑμὴν περίεστι. Τὰ κῶλα ἔχει κυνὸς μείζω· ἤρτηται δὲ ἐκ τῶν μεσοκώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα. Νεφροὶ, ἐκ νεύρων ἀπὸ ῥάχιος καὶ ἀρτηρίης.