Ancient Greek
Chapter 2
Hippocrates, De natura ossium 2
Not analysed yet
2. Καρδίης πηγή· ξυγγενὴς φλὲψ τείνει διὰ φρενῶν, ἥπατος, σπληνὸς, νεφρῶν ἐς ἰσχίον· περὶ γαστροκνημίην ἐπὶ τὸν ταρσόν· ἑτέρη δὲ ἐκ καρδίης ὑπὸ μασχάλας, κληβδας, σφαγὰς, κεφαλὴν, ῥῖνα, μέτωπον, παρὰ τὰ ὦτα, ὤμους, μετάφρενον, στήθεα, γαστέρα, διὰ πήχεος· ἡ δὲ διὰ μασχαλέων ἐπὶ πῆχυν, ἐπὶ ταρσόν.