Ancient Greek · ~8 min
Chapter 13
Hippocrates, Epistulae, Decretum, Orationes 13
Not analysed yet
13. Ἱπποκράτης Διονυσίῳ χαίρειν. Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε· κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω χάριν, ἐφ’ ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις. Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε· ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι. Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ’ ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον. Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν· ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον. Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα. Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι· βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ’ ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι· πλὴν ὅμως πάριθι. Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοῦς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην. Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκεινης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον ὑπερφυῷς γερόντιον. Ἀλλ’ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει. Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι’ οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ’ εὐνοίης. Ἔῤῥωσο.