Ancient Greek · ~8 min
Chapter 14
Hippocrates, Epistulae, Decretum, Orationes 14
Not analysed yet
14. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν. Οἰδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην, ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ πλοῦ τὴν εὐδρομίην. Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ’ εἰ οἷόν τε, μὴ κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας αὐτὴν· ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης, καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον. Ἀκούεις που τἀνδρὸς τὸ κλέος, τοῦτον ἡ πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι· ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν, ἀλλ’ ἐκείνοισι δόξαν εἶναι. Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει· ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς περὶ ἀρετῆς μερμηρίζων. Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν, παρ’ ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἡ ἀμετρίη φλαῦρον, τὸ διὰ παντὸς φλαυρότερον. Καὶ εἴποιμ’ ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος ὑπόκειται. Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας; μακάριός τ’ ἂν ᾖς, ἀλλ’ ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον τέκνα ἢ γυνὴ ἢ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται εὐτυχῶς πάντα. Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις, εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, ὦ Δημόκριτε, καὶ πόῤῥω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι· μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης εἶναι, φρονιμωτέρη δὲ ἡ πόλις. Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον ἐκεῖ λέξομεν, Δαμάγητε· ἡ δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον ὃν ἐπιστέλλω σοι χρονίζει. Ἔῤῥωσο.