Ancient Greek · ~5 min
ΠΑΡΑΓΓΕΛΙΑΙ.
Hippocrates, Praeceptiones ΠΑΡΑΓΓΕΛΙΑΙ.
Not analysed yet
1. Χρόνος ἐστὶν ἐν ᾧ καιρὸς, καὶ καιρὸς ἐν ᾧ χρόνος οὐ πολύς· ἄκεσις χρόνῳ, ἔστι δὲ ἡνίκα καὶ καιρῷ. Δεῖ γε μὴν ταῦτα εἰδότα μὴ λογισμῷ πρότερον πιθανῷ προσέχοντα ἰητρεύειν, ἀλλὰ τριβῇ μετὰ λόγου. Ὁ γὰρ λογισμὸς μνήμη τίς ἐστι ξυνθετικὴ τῶν μετ’ αἰσθήσιος ληφθέντων· ἐφαντασιώθη γὰρ ἐναργέως ἡ αἴσθησις προπαθὴς καὶ ἀναπομπὸς ἐοῦσα εἰς διάνοιαν τῶν ὑποκειμένων· ἡ δὲ παραδεξαμένη πολλάκις, οἷς, ὅτε, ὁκοίως τηρήσασα, καὶ ἐς ἑωυτὴν καταθεμένη, ἐμνημόνευσεν. Ξυγκαταινέω μὲν οὖν καὶ τὸν λογισμὸν, ἤνπερ ἐκ περιπτώσιος ποιῆται τὴν ἀρχὴν, καὶ τὴν καταφορὴν ἐκ τῶν φαινομένων μεθοδεύῃ· ἐκ γὰρ τῶν ἐναργέως ἐπιτελεομένων ἢν τὴν ἀρχὴν ποιήσηται ὁ λογισμὸς, ἐν διανοίης δυνάμει ὑπάρχων εὑρίσκεται, παραδεχομένης αὐτῆς ἕκαστα παρ’ ἄλλων. Ὑποληπτέον οὖν τὴν φύσιν ὑπὸ τῶν πολλῶν καὶ παντοίων πρηγμάτων κινηθῆναί τε καὶ διδαχθῆναι, βίης ὑπεούσης· ἡ δὲ διάνοια παρ’ αὐτῆς λαβοῦσα, ὡς προεῖπον, ὕστερον εἰς ἀληθείην ἤγαγεν· εἰ δὲ μὴ ἐξ ἐναργέος ἐφόδου, ἐκ δὲ πιθανῆς ἀναπλάσιος λόγου, πολλάκις βαρείην καὶ ἀνιηρὴν ἐπήνεγκε διάθεσιν. Οὗτοι δὲ ἀνοδίην χειρίζουσι· τί γὰρ ἂν ἦν κακὸν, ἢν τὰ ἐπίχειρα ἐκομίζοντο οἱ τὰ τῆς ἰητρικῆς ἔργα κακῶς δημιουργέοντες; νῦν δὲ τοῖσιν ἀναιτίοισιν ἐοῦσι τῶν καμνόντων, ὁκόσοισιν οὐχ ἱκανὴ ἐφαίνετο ἐοῦσα τοῦ νοσέειν βίη, εἰ μὴ ξυνέλθοι τῇ τοῦ ἰητροῦ ἀπειρίῃ. Περὶ μὲν οὖν τουτέων ἅλις ἔστω διειλεγμένα.