Ancient Greek · ~3 min
Chapter 2
Hippocrates, Praeceptiones 2
Not analysed yet
2. Τῶν δ’ ὡς λόγου μόνου ξυμπεραινομένων μὴ εἴη ἐπαύρασθαι, τῶν δὲ ὡς ἔργου ἐνδείξιος· σφαλερὴ γὰρ καὶ εὔπταιστος ἡ μετ’ ἀδολεσχίης ἰσχύρισις. Διὸ καὶ καθόλου δεῖ ἔχεσθαι τῶν γινομένων, καὶ περὶ ταῦτα μὴ ἐλαχίστως γίγνεσθαι, ἢν μέλλῃ ἕξειν ῥηϊδίην καὶ ἀναμάρτητον ἕξιν, ἣν δὴ ἰητρικὴν προσαγορεύομεν. Κάρτα γὰρ μεγάλην ὠφελίην περιποιήσει τοῖσί γε νοσέουσι καὶ τοῖσι τουτέων δημιουργοῖσιν. Μὴ ὀκνέειν δὲ καὶ παρὰ ἰδιωτέων ἱστορέειν, ἤν τι δοκέῃ συνοίσειν εἰς καιρὸν θεραπείης. Οὕτω γὰρ δοκέω τὴν ξύμπασαν τέχνην ἀναδειχθῆναι, διὰ τὸ ἐξ ἑκάστου τοῦ τέλους τηρηθῆναι καὶ εἰς ταὐτὸ ξυναλισθῆναι. Προσέχειν οὖν δεῖ περιπτώσει τῇ ὡς ἐπιτοπολὺ, καὶ μετ’ ὠφελίης καὶ ἠρεμαιότητος μᾶλλον ἢ ἐπαγγελίης καὶ ἀπολογίης τῆς μετὰ πρήξιας.