Ancient Greek · ~2 min
Chapter 4
Hippocrates, Praeceptiones 4
Not analysed yet
4. Παραινέσιος δ’ ἂν καὶ τοῦτο ἐπιδεηθείη τῆς θεωρίης· εἰ γὰρ ἄρξαιο παρὰ μισθαρίων, ξυμβάλλει γάρ τι καὶ τῷ ξύμπαντι, τῷ μὲν ἀλγέοντι τοιαύτην διανόησιν ἐμποιήσεις τὴν ὅτι ἀπολιπὼν αὐτὸν πορεύσῃ μὴ ξυνθέμενος, ἢ ὅτι ἀμελήσεις, καὶ οὐχ ὑποθήσεις τινὰ τῷ παρεόντι. Ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένῳ τὴν τοιαύτην, πουλὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νόσου γὰρ ταχύτης καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελὲς, ἔχεσθαι δὲ δόξης μᾶλλον· κρέσσον οὖν σωζομένοισιν ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προμύσσειν.