Ancient Greek · ~1 min
Chapter 5
Hippocrates, Praeceptiones 5
Not analysed yet
5. Καί τοι ἔνιοι νοσέοντες ἀλλάσσουσι, τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελίης, οὐ μέντοι γε κολάσιος· διὸ τουτέοισιν ἀντιτάξῃ εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευομένοισιν. Τίς γὰρ ὦ πρὸς Διὸς ἠδελφισμένος ἰητρὸς ἰητρεύειν πεισθείη ἀτεραμνίῃ; ὥστ’ ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ ξυμφέροντα ἐς θεραπηΐην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν.