Ancient Greek
118.1
Hippodamus, Fragmenta [Sp.] 118.1
Unproofread scanNot analysed yet
καὶ διὰ τοῦτο ὁ μὲν ἐπόμενος τοῖς θεοῖς [ἀγαθός] εὐδαιμονεῖ· ὁ δὲ ἐπόμενος τοῖς θνατοῖς κακодаμονεῖ. τῷ μὲν γὰρ τὴν φρόνησιν ἔχοντι ἀγαθὸν εὐτυχία καὶ χρήσιμον· καὶ ἀγαθὸν μὲν διὰ τὴν γνώσιν τῆς χρήσεως, ὠφέλιμον δὲ διὰ τὸ συνεργεῖν ταῖς πράξεσι. καλὸν δὴν, ὅταν εὐτυχία παρῇ τῷ νῷ, ὥσπερ οὐρίῳ ἀνέμῳ θέοντα, ποτάν ἀρετὰν ἀποβλέποντα ποιεῖσθαι τὰς πράξεις, ὥσπερ καὶ τὸν κυβερνᾶντα ποτὶ τὰς τῶν ἀστρῶν κινάδας· οὕτω γὰρ οὐ μόνον ἀκολουθήσει τῷ θεῷ, ἀλλὰ καὶ συντάξει τῷ ἀνθρωπίνῳ ἀγαθῷ ποτὶ τὸ θεῖον. Καὶ μὰν καὶ τοῦτὸ γὰ φανερόν, ὅτι ἐκ διαθέσεως καὶ πράξεως βίος διαφέρων γίνεται· ἀνάγκα δὲ τὰν μὲν διάθεσιν ἢ σπουδαίαν ἢ φαύλαν ἡμεν, τὰν δὲ πρᾶξιν ἢ εὐδαίμονα ἢ κακοδαίμονα, καὶ σπουδαίαν μὲν τὰν ἀρετὰς μετείληφυσιν, φαύλαν δὲ τὰν κακίας· τὰς δὲ πράξεις εὐδαίμονας μὲν ἐν τῇ εὐτυχίᾳ (συμπεραίνονται γὰρ ποτὶ τὸν λόγον) κακοδαίμονας δ' ἐν τῇ ἀτυχίᾳ· ἀποτευκτικὸν γὰρ τοῦ συμπεράσματος. Διόπερ οὐ μόνον μαθεῖν δεῖ τὰν ἀρετὰν, ἀλλὰ καὶ κτάσασθαι καὶ χρήσασθαι αὐτῇ, ἤτοι ἐς ἀσφάλειαν, ἢ ἐς συναύξασιν, ἢ τὸ μέγιστον, ἐς ἐπανόρθωσιν οἴκων τε καὶ πολλῶν. . οὐ γὰρ μόνον τὰν κτᾶσιν ἔχειν δεῖ τῶν καλῶν, ἀλλὰ καὶ τῶν ὧνσιων. Ταῦτα δὲ πάντα ἐξεῖται, αἰκὰ πόλιος εὐνομουμένης