Ancient Greek
118.2
Hippodamus, Fragmenta [Sp.] 118.2
Unproofread scanNot analysed yet
τύγῃ ὁ ἄνθρωπος. καὶ ταῦτα μὲν ἐγὼ φαμὶ ἡμεν τὸ ὀνομαζόμενον Ἀμαλθείας χέρας· ἐν εὐνομίᾳ γὰρ τὰ πάντα ἐντὶ· καὶ ἄνευ ταύτας οὔτε γεννᾶται τὸ μέγιστον τῶν ἀνθρωπίνας φύσεως ἀγαθῶν, οὔτε γενναθὲν καὶ αὐξασθὲν δύναται κα διαμένειν. καὶ γὰρ τὰν ἀρετὰν καὶ τὰν φορὰν ποτάν ἀρετὰν αὐτὰ ἀμπέχει, τῷ καὶ φύσιας ἀγαθὸς γεννᾶσθαι κατ' αὐτὰν, καὶ ἤθεα δὲ καὶ ἐπιταδεύματα καὶ νόμους ἡμεν τῶν ἀρίστων, ἐπὶ δὲ λόγως ὀρθογνωμονας, καὶ εὐσεβείαν δὲ καὶ δσιότατα ποτὶ τὰ τιμιώτατα. ὥστε τὸν μέλλοντα εὐδαιμονάσειν καὶ ἀρθόπολον ζεῖν τὸν αὐτῷ βίον, εὐνομίας ὑπαρχοῦσας καὶ διαπερᾶσαι δεῖ καὶ διελθεῖν αὐτὸν εὐνομίαν καταλιπόντα. Ἄμα δὲ καὶ ἀνάγκαν ἐπιμεφέρει ὁ λόγος τοῖσιν ἐμπροσθεν εἰρημένοις. ὁ γὰρ ἄνθρωπος κοινωνίας μέρος ἐντὶ· καὶ σὺν τούτοις ὁλόκληρος γίνεται καττὸν αὐτὸν λόγον, σὺν τῷ μὴ μόνον κοινωνέν, ἀλλὰ καὶ καλῶς κοινωνέν. Ἄ μὲν γὰρ ἐν πλείοσιν, ἀλλ' οὐκ ἐν ἐνὶ πέφυκε γίγνεσθαι· ἄ δ' ἐν ἐνὶ μέν, οὐ μὰν ἐτὶ ἐν πλείοσιν· ἄ δὲ καὶ ἐν πλείοσι καὶ ἐν ἐνί, καὶ διὰ τοῦτο ἐν ἐνί, ὅτι καὶ ἐν πλείοσιν. ἁρμονία μὲν γὰρ καὶ συμφωνία καὶ ἀριθμὸς ἐν πλείοσιν ἐγγίγνεσθαι πέφυκεν· οὐδὲν γὰρ αὐτάρκες, ὁ τούτων τῶν μορίων ποιεῖ τὸ διον. ὀξυκοτία δὲ καὶ ὀξυδροκία καὶ ποδῶν ὠκύτας ἐν ἐνὶ μόνον· εὐδαιμονία δὲ καὶ ἀρετὰ ψυχᾶς