Ancient Greek
Fragment 19
Hippolytus Scr. Eccl., Fragmenta in Psalmos 19
Not analysed yet
Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος ἐκ τοῦ λόγου τοῦ εἰς τὸ „κύριος ποιμαίνει με“. Καὶ „κιβωτὸς“ δὲ „ἐκ ξύλων ἀσήπτων“ αὐτὸς ἦν ὁ σωτήρ. τὸ γὰρ ἄσηπτον αὐτοῦ καὶ ἀδιάφθορον σκῆνος ταύτῃ κατηγγέλλετο, τὸ μηδεμίαν ἁμαρτήματος σηπεδόνα φύσαν. ὁ γὰρ ἁμαρτήσας καὶ ἐξομολογούμενός φησι „προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. “ὁ δὲ κύριος ἀναμάρτητος ἦν, ἐκ τῶν „ἀσήπτων ξύλων“ τὸ κατὰ ἄνθρωπον, τουτέστιν ἐκ τῆς παρθένου καὶ τοῦ ἁγίου πνεύματος, ἔσωθεν καὶ ἔξωθεν τοῦ λόγου τοῦ θεοῦ οἷα καθαρωτάτῳ χρυσίῳ περικεκαλυμμένος.