Ancient Greek
Fragment 20
Hippolytus Scr. Eccl., Fragmenta in Psalmos 20
Not analysed yet
Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου) ἐκ τοῦ λόγου τοῦ εἰς τὸν κγʹ ψαλμόν. Ἔρχεται ἐπὶ τὰς οὐρανίας πύλας, ἄγγελοι αὐτῷ συνοδεύουσι καὶ κεκλεισμέναι εἰσὶν αἱ πύλαι τῶν οὐρανῶν. οὐδέπω γὰρ ἀναβέβηκεν εἰς οὐρανούς· πρῶτον νῦν φαίνεται ταῖς δυνάμεσι ταῖς οὐρανίαις σὰρξ ἀναβαίνουσα. λέγεται οὖν ταῖς δυνάμεσιν ὑπὸ τῶν ἀγγέλων τῶν προτρεχόντων τὸν σωτῆρα καὶ κύριον „ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. “